The Greek Library Author

Aeschylus

Εὐμενίδες

Episode 8

Title variantsΕὐμενίδες · Eumenides · Euménides

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 8

Ἀθηνᾶ

566κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,

567ἥ τ᾽ ἥ τ᾽ m: εἴτ᾽ M οὖν διάτοροςaliis οὖν compendii videtur corruptio, pro οὐρανοῦ vel οὐρανόν, quorum praestat εἰς οὐρανὸν δὲ διάτορος Wecklein <αἰθέρος αἰθέρος add. Emper> Τυρσηνικὴ

568σάλπιγξ βροτείου πνεύματος πληρουμένη,

569ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.

570πληρουμένου γὰρ τοῦδε βουλευτηρίου

571σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς

572πόλιν τε πᾶσαν ἐς τὸν αἰανῆ χρόνον

573καὶ τούσδ᾽, τούσδ᾽ Hermann: τόνδ᾽ M: τῶνδ᾽ recc. ὅπως ἂν εὖ διαγνωσθῇ διαγνωσθῇ Paley: καταγνωσθῇ codd. δίκη. δίκη Fl V: δίκηι M

Χορός

574ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.

575τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.

Ἀπόλλων

576καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳhoc versu incipit cod. A νόμῳ Schütz: δόμων codd. (ο in rasura M)

577ἱκέτης ὅδ᾽ ἁνὴρ ἁνὴρ Porson: ἀνὴρ codd. καὶ δόμων ἐφέστιος ἐφέστιως (ο suprascr.) M

578ἐμῶν, φόνου δὲ τοῦδ᾽ ἐγὼ καθάρσιοσ—

579καὶ ξυνδικήσων αὐτός: αἰτίαν δ᾽ ἔχω

580τῆς τοῦδε μητρὸς τοῦ τοῦ Turnebus: τοῦδε codd. φόνου. σὺ δ᾽ εἴσαγε

581ὅπως <τ᾽ τ᾽ add. Hermann> ἐπίστᾳ τήνδε κύρωσον δίκην.

Ἀθηνᾶ

582ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην.582-desunt in Fl Fa V

583ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων

584γένοιτ᾽ ἂν ὀρθῶς πράγματος διδάσκαλος.

Χορος

585πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.

586ἔπος δ᾽ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς.

587τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας.

Ὀρέστης

588ἔκτεινα: τούτου δ᾽ οὔτις ἄρνησις πέλει.

Χορός

589ἓν μὲν τόδ᾽ ἤδη τῶν τριῶν παλαισμάτων.

Ὀρέστης

590οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.

Χορός

591εἰπεῖν γε μέντοι δεῖ σ᾽ ὅπως κατέκτανες.

Ὀρέστης

592λέγω: ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.

Χορός

593πρὸς τοῦ δ᾽ ἐπείσθης καὶ τίνος βουλεύμασι;

Ὀρέστης

594τοῖς τοῦδε θεσφάτοισι: μαρτυρεῖ δέ μοι.

Χορός

595ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;

Ὀρέστης

596καὶ δεῦρό γ᾽ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.

Χορός

597ἀλλ᾽ εἴ σε μάρψει ψῆφος, ἄλλ᾽ ἐρεῖς τάχα.

Ὀρέστης

598πέποιθ᾽, ἀρωγὰς δ᾽ ἐκ τάφου πέμψει πέμψει ex schol. Scaliger: πέμπει M πατήρ.

Χορός

599νεκροῖσί νυν πέπισθι πέπισθι Veitch: πέπεισθι M μητέρα κτανών.

Ὀρέστης

600δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν. μιασμάτοιν Elmsley: μιασμάτων M

Χορός

601πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.

Ὀρέστης

602ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανε.

Χορός

603τοιγὰρ τοὶ γὰρ M σὺ μὲν ζῇς, ἡ δ᾽ ἐλευθέρα φόνῳ. φόνῳ Schütz: φόνου M

Ὀρέστης

604τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;

Χορός

605οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.

Ὀρέστης

606ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;

Χορός

607πῶς γάρ σ᾽ ἔθρεψεν ἐντός, ὦ μιαιφόνε,

608ζώνης; ἀπεύχι μητρὸς αἷμα φίλτατον;

Ὀρέστης

609ἤδη σὺ μαρτύρησον. ἐξηγοῦ δέ μοι,

610Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.

611δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα:

612ἀλλ᾽ εἰ δικαίως εἴτε μὴ τῇ σῇ φρενὶ

613δοκεῖ τόδ᾽ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.

Ἀπόλλων

614λέξω πρὸς ὑμᾶς τόνδ᾽ Ἀθηναίας μέγαν

615θεσμὸν δικαίως, μάντις ὢν δ᾽ ὢν δ᾽ Canter: δ᾽ ὢν M οὐ ψεύσομαι.

616οὐπώποτ᾽ εἶπον μαντικοῖσιν ἐν θρόνοις,

617οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,

618ὃ μὴ κελεύσαι κελεύσαι Hermann: κελεύσει M Ζεὺς Ὀλυμπίων πατήρ.

619τὸ μὲν δίκαιον τοῦθ᾽ ὅσον σθένει μαθεῖν,

620βουλῇ βουλῇ Turnebus: βουλὴι (ut videtur) M πιφαύσκω δ᾽ ὔμμ᾽ ὕμμ᾽ M ἐπισπέσθαι πατρός.

621ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.

Χορός

622Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,

623φράζειν Ὀρέστῃ τῷδε, τὸν τῷδε τὸν in rasura m πατρὸς φόνον

624πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;

Ἀπόλλων

625οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν

626διοσδότοις σκήπτροισι τιμαλφούμενον,

627καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις

628τόξοις ἑκηβόλοισιν, ὥστ᾽ Ἀμαζόνος,

629ἀλλ᾽ ὡς ἀκούσει, Παλλὰς οἵ τ᾽ ἐφήμενοι

630ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.

631ἀπὸ στρατείας ἀποστρατείᾶς (ι supra scr.) M γάρ νιν νιν Porson: μιν M ἠμποληκότα

632†τὰ πλεῖστ᾽ ἄμεινον ἄμείνον᾽ M (i. e. ἄμεινον mutatum in ἀμείνον᾽) εὔφροσιν δεδεγμένη,

633δροίτῃ δροίτῃ A P: δροίτη M G περῶντι λουτρὰ κἀπὶ τέρματι

634φᾶρος παρεσκήνωσεν†,corrupta coniecturis frustra tentata Post 632 excidisse aliquid existimat Schütz παρεσκήνωσεν A: περἐσκήνωσεν M G schol. ἐν δ᾽ ἀτέρμονι

635κόπτει πεδήσασ᾽ ἄνδρα δαιδάλῳ πέπλῳ.

636ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος

637τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.

638ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ δειχθῆ mutatum in δηχθῆ M λεώς,

639ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.

Χορός

640πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ:

641αὐτὸς δ᾽ ἔδησε ἔδησε ex ἔδεισε ut videtur factum M πατέρα πρεσβύτην Κρόνον.

642πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;

643ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι.

Ἀπόλλων

644ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,

645πέδαι μὲν ἂν λυθεῖεν, πέδαι ... λυθεῖεν Weil: πέδας ... λύσειεν codd. ἔστι τοῦδ᾽ ἄκος,testantur Fl Fa V

646καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος:

647ἀνδρὸς δ᾽ ἐπειδὰν αἷμ᾽ ἀνασπάσῃ κόνις

648ἅπαξ θανόντος, οὔτις ἔστ᾽ ἀνάστασις.

649τούτων ἐπῳδὰς οὐκ ἐποίησεν ἐποίησεν Fl V: ἐποίησε M G A πατὴρ

650οὑμός, τὰ δ᾽ ἄλλα πάντ᾽ ἄνω τε τε A Fl V: om. M G καὶ κάτω

651στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων οὐδὲν ἀσθμαίνων Fl V: οὐδ᾽ ἐν ἀσθμαίνω M μένει.

Χορός

652πῶς γὰρ τὸ φεύγειν τοῦδ᾽ ὑπερδικεῖς ὅρα:

653τὸ μητρὸς αἷμ᾽ ὅμαιμον ἐκχέας πέδοι πέδοι Dindorf: πέδωι codd.

654ἔπειτ᾽ ἐν Ἄργει δώματ᾽ οἰκήσει πατρός;

655ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;

656ποία δὲ χέρνιψ φρατέρων προσδέξεται; προσδέξεται recc.: προσδέξαιτε M

Ἀπόλλων

657καὶ τοῦτο λέξω, καὶ μάθ᾽ ὡς ὀρθῶς ἐρῶ.

658οὔκ ἔστι μήτηρ ἡ κεκλημένου κεκλημένου M: κεκλημένη Fl Fa V τέκνου

659τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.

660τίκτει δ᾽ ὁ θρῴσκων, ἡ δ᾽ ἅπερ ξένῳ ξένη

661ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.

662τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου:

663πατὴρ μὲν ἂν γένοιτ᾽ ἄνευ μητρός: πέλας

664μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,

665οὐδ᾽ ἐν σκότοισι νηδύος τεθραμμένη,

666ἀλλ᾽ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.

667ἐγὼ δέ, Παλλάς, τἄλλα θ᾽ ὡς ἐπίσταμαι,

668τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,

669καὶ τόνδ᾽ ἔπεμψα σῶν δόμων ἐφέστιον,

670ὅπως γένοιτο πιστὸς ἐς τὸ πᾶν χρόνου

671καὶ τόνδ᾽ ἐπικτήσαιο σύμμαχον, θεά,

672καὶ τοὺς ἔπειτα, καὶ τάδ᾽ αἰανῶς μένοι

673στέργειν τὰ πιστὰ τὰ πιστὰ Fl V: τἄπιστα M τῶνδε τοὺς ἐπισπόρους.

Ἀθηνᾶ

674ἤδη κελεύω τούσδ᾽ ἀπὸ γνώμης φέρειν

675ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;

Χορός

676ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.

677μένω δ᾽ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.

Ἀθηνᾶ

678τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ᾽ ἄμομφος ὦ;

Ἀπόλλων Απ. Karsten: choro tribuit M

679ἠκούσαθ᾽ ὧν ἠκούσατ᾽, ἐν δὲ καρδίᾳ

680ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, αἰδεῖσθε recc.: αἰδεῖσθαι, ε supra scr. M ξένοι.

Ἀθηνᾶ

681κλύοιτ᾽ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,

682πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.

683ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ

684αἰεὶ δικαστῶν δικαστῶν Canter: δ᾽ ἑκάστων M: pro αἰεὶ δ᾽ ἑκάστων coni. ἀσυνδέκαστον Kirchhoff τοῦτο βουλευτήριον.

685πάγον δ᾽ Ἄρειον Ἄρειον] fort. ἑδοῦνται Weil τόνδ᾽, Ἀμαζόνων ἕδραν

686σκηνάς θ᾽, ὅτ᾽ ἦλθον Θησέως κατὰ φθόνον

687στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν

688τήνδ᾽ ὑψίπυργον ἀντεπύργωσαν τότε,

689Ἄρει δ᾽ ἔθυον, ἔνθεν ἔστ᾽ ἐπώνυμος

690πέτρα, πάγος τ᾽ Ἄρειος: ἐν δὲ τῷ σέβας

691ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ʼδικεῖν

692σχήσει τό τ᾽ ἦμαρ καὶ κατ᾽ εὐφρόνην ὁμῶς, τό τ᾽ Grotius: τόδ᾽ M ὁμῶς Turnebus: ὅμως codd.

693αὐτῶν πολιτῶν μὴ ᾽πικαινούντων ᾽π᾽ικαινούντων Stephanus: ᾽π᾽ικαινόντων codd. νόμους.

694κακαῖς <δ᾽ δ᾽ add. Schütz> ἐπιρροαῖσι βορβόρῳ θ᾽ ὕδωρ

695λαμπρὸν μιαίνων οὔποθ᾽ εὑρήσεις ποτόν.

696τὸ μήτ᾽ ἄναρχον μήτε μήτε recc.: μὴ δὲ M δεσποτούμενον

697ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν, σέθεν (σέβειν in margine adscr. m) M

698καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.

699τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;

700τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας

701ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον

702ἔχοιτ᾽ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,

703οὔτ᾽ ἐν Σκύθαισιν Σκύθαισιν Fa: σκύθηισιν M οὔτε Πέλοπος ἐν τόποις.

704κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,

705αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ

706ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.

707ταύτην μὲν ἐξέτειν᾽ ἐμοῖς παραίνεσιν

708ἀστοῖσιν ἐς τὸ λοιπόν: ὀρθοῦσθαι δὲ χρὴ

709καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην

710αἰδουμένους αἰδουμένους Canter: αἰδουμένοις M G A P τὸν ὅρκον. εἴρηται λόγος.

Χορός

711καὶ μὴν βαρεῖαν τήνδ᾽ ὁμιλίαν χθονὸς

712ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.

Ἀπόλλων

713κἄγωγε κἄγωγε Porson: κἀγώ τε codd. χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς

714ταρβεῖν κελεύω μηδ᾽ ἀκαρπώτους κτίσαι.

Χορός

715ἀλλ᾽ αἱματηρὰ πράγματ᾽ οὐ λαχὼν σέβεις,

716μαντεῖα δ᾽ οὐκέθ᾽ ἁγνὰ μαντεύσει νέμων. νέμων Hermann: μένων codd.

Ἀπόλλων

717ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων

718πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;

Χορός

719λέγεις: ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης

720βαρεῖα χώρᾳ τῇδ᾽ ὁμιλήσω πάλιν.

Ἀπόλλων

721ἀλλ᾽ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις

722θεοῖς ἄτιμος εἶ σύ: νικήσω δ᾽ ἐγώ.

Χορός

723τοιαῦτ᾽ ἔδρασας καὶ Φέρητος ἐν δόμοις:

724Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.

Ἀπόλλων

725οὔκουν οὐκοῦν codd. δίκαιον τὸν σέβοντ᾽ εὐεργετεῖν,

726ἄλλως τε πάντως χὤτε χ᾽ ὥτε codd. δεόμενος τύχοι;

Χορός

727σύ τοι παλαιὰς διανομὰς διανομὰς (ex schol. Eur. Alc. 12) Cobet: δαίμονας codd. καταφθίσας

728οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.

Ἀπόλλων

729σύ τοι τάχ᾽ οὐκ ἔχουσα τῆς δίκης τέλος

730ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν ἐχθροῖσιν V: ἐχθροῖσι M βαρύν.

Χορός

731ἐπεὶ καθιππάζει με πρεσβῦτιν νέος,

732δίκης γενέσθαι τῆσδ᾽ ἐπήκοος μένω,

733ὡς ἀμφίβουλος ἀμφίβουλος Turnebus: ἀμφίβολος codd. οὖσα θυμοῦσθαι πόλει.

Ἀθηνᾶ

734ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην:

735ψῆφον δ᾽ Ὀρέστῃ τήνδ᾽ ἐγὼ προσθήσομαι.

736μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μ᾽ ἐγείνατο,

737τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,

738ἅπαντι θυμῷ, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός.

739οὕτω γυναικὸς οὐ προτιμήσω μόρον

740ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.

741νικᾷ δ᾽ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.

742ἐκβάλλεθ᾽ ὡς τάχιστα τευχέων πάλους,

743ὅσοις δικαστῶν τοῦτ᾽ ἐπέσταλται τέλος.

Ὀρέστης

744ὦ Φοῖβ᾽ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;

Χορός

745ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ᾽ ὁρᾷς τάδε;

Ὀρέστης Ορ. add. Abresch

746νῦν ἀγχόνης μοι τέρματ᾽, ἢ φάος βλέπειν.

Χορός

747ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.choro tribuunt codd. νέμειν] ἔχειν Paley

Ἀπόλλων Απ. add. Victorius

748πεμπάζετ᾽ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,

749τὸ μὴ ᾽δικεῖν σέβοντες ἐν διαιρέσει.

750γνώμης δ᾽ ἀπούσης πῆμα γίγνεται γίνεται codd. μέγα,

751βαλοῦσά τ᾽ οἶκον ψῆφος ὤρθωσεν μία.

Ἀθηνᾶ

752ἀνὴρ ὅδ᾽ ὅδ᾽ Fl V: ὅ γ᾽ M ἐκπέφευγεν αἵματος δίκην:

753ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.

Ὀρέστης

755ὦ Παλλάς, ὦ σώσασα σώσα M, σα supra scr. m τοὺς ἐμοὺς δόμους,

756γαίας γαίας Dindorf: καὶ γῆς codd. πατρῴας ἐστερημένον σύ τοι

757κατῴκισάς με: καί τις Ἑλλήνων ἐρεῖ,

758“Ἀργεῖος ἁνὴρ ἀνὴρ codd. αὖθις ἔν τε χρήμασιν

759οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου

760ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου

760aσωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρον

761σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.”

762ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ

763τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον

764ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,

765μήτοι τιν᾽ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς

766ἐλθόντ᾽ ἐποίσειν εὖ κεκασμένον δόρυ.

767αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε

768τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα

769ἀμηχάνοισι ἀμηχάνοισι Fl V: ἀμηχάνοις M †πράξομεν768-τὸν ... παρβαίνοντα ... θράξομεν Wecklein δυσπραξίαις,

770ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους

771τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος:

772ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος

773τιμῶσιν αἰεὶ αἰεὶ V: ἀεὶ M τήνδε συμμάχῳ δορί,

774αὐτοῖσιν ἡμεῖς ἀστοῖς ἂν ἡμεῖς εἶμεν Rauchenstein ἐσμεν εὐμενέστεροι.

775καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς:

776πάλαισμ᾽ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,

777σωτήριόν τε καὶ δορὸς νικηφόρον.