The Greek Library Author

Aeschylus

Εὐμενίδες

Episode 4

Title variantsΕὐμενίδες · Eumenides · Euménides

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 4

Ἀπόλλων

178ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος

180χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,

181μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,

182χρυσηλάτου θώμιγγος ἐξορμώμενον,

183ἀνῇς ὑπ᾽ ἄλγους μέλαν᾽ μέλαν᾽] μέλαν M ἀπ᾽ ἀνθρώπων ἀνθρώπων] ἀνων (signo contractionis supra scr.) M ἀφρόν,

184ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.

185οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει:

186ἀλλ᾽ οὗ οὗ Turnebus: οὐ M καρανιστῆρες καρανιστῆρες Stanley: καρανηστῆρες M ὀφθαλμω...ρύχοι (rasura inter ω et ρ) M ὀφθαλμωρύχοι

187δίκαι σφαγαί τε σπέρματός τ᾽ ἀποφθοραὶ

188παίδων †κακοῦται κακοῦται corruptum χλοῦνις, ἠδ᾽ ἀκρωνία,fort. τε κουρὰ Hartung

189λευσμός λευσμός Casaubon: λευσμόν codd. τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν

190ὑπὸ ῥάχιν ὑπὸ ῥάχιν Aldina: ὑπορράχιν (ὸ mutatum in ο) M παγέντες. ἆρ᾽ ἀκούετε

191οἵας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς

192στέργηθρ᾽ ἔχουσαι; πᾶς δ᾽ ὑφηγεῖται τρόπος

193μορφῆς. λέοντος ἄντρον αἱματορρόφου

194οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις

195ἐν τοῖσδε Πυθίοισι Πυθίοισι Martin: πλησίοις M: πλησίοισι recc. τρίβεσθαι μύσος.

196χωρεῖτ᾽ ἄνευ βοτῆρος αἰπολούμεναι.

197ποίμνης τοιαύτης δ᾽ οὔτις εὐφιλὴς θεῶν.

Χορός

198ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.

199αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλει,

200ἀλλ᾽ εἷς εἷς Canter: εἰς codd. τὸ πᾶν ἔπραξας ὢν ὢν Wakefield: ὡς codd. παναίτιος.

Ἀπόλλων

201πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.

Χορός

202ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.

Ἀπόλλων

203ἔχρησα ποινὰς τοῦ πατρὸς πατρὸς] πρς (contract. pro πατρὸς ut saepe) M πρᾶξαι. πρᾶξαι Bigot: πέμψαι codd. τί τί Fl: τι M μήν;

Χορός

204κἄπειθ᾽ ὑπέστης αἵματος δέκτωρ δέκτωρ in margine m: δ᾽ ἕκτωρ M νέου.

Ἀπόλλων

205καὶ προστραπέσθαι τούσδ᾽ ἐπέστελλον δόμους.

Χορός

206καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;

Ἀπόλλων

207οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.

Χορός

208ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.

Ἀπόλλων

209τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.

Χορός

210τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.

Ἀπόλλων

211τί γάρ; γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;

Χορός Χο. add. Robortello

212οὐκ ἂν γένοιθ᾽ ὅμαιμος αὐθέντης φόνος.

Ἀπόλλων

213ἦ κάρτ᾽ ἄτιμα, καὶ παρ᾽ οὐδὲν εἰργάσω εἰργάσω Wordsworth: ἠρκέσω codd.

214Ἥρας τελείας καὶ Διὸς πιστώματα.

215Κύπρις δ᾽ ἄτιμος τῷδ᾽ ἀπέρριπται λόγῳ,

216ὅθεν βροτοῖσι γίγνεται γίνεται codd. τὰ φίλτατα.

217εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος μόρσιμος Fa: μόρσιμοι M

218ὅρκου ᾽στὶ μείζων τῇ δίκῃ φρουρουμένη.

219εἰ εἰ Canter: ἦ M τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς

220τὸ μὴ τίνεσθαι τίνεσθαι Meineke: γενέσθαι codd. μηδ᾽ ἐποπτεύειν κότῳ,

221οὔ φημ᾽ Ὀρέστην σ᾽ σ᾽ Robortello: γ᾽ M ἐνδίκως ἀνδρηλατεῖν.

222τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην,

223τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.

224δίκας δὲ Παλλὰς δὲ Παλλὰς Sophianus: δ᾽ ἐπάλλας M τῶνδ᾽ ἐποπτεύσει θεά.

Χορός

225τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω λίπω Porson: λείπω codd. ποτέ.

Ἀπόλλων

226σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλέω πλέω Auratus: πλέον codd. τίθου.

Χορός

227τιμὰς σὺ μὴ ξύντεμνε τὰς ἐμὰς λόγῳ.

Ἀπόλλων

228οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν.

Χορός

229μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγει:

230ἐγὼ δ᾽, ἄγει ἄγει Fl V: ἄγειν M γὰρ αἷμα μητρῷον, μητρῷον Fl V: μητρώων M δίκας

231μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ. κἀκκυνηγετῶ Erfurdt: κἀκκυνηγέτης M

Ἀπόλλων

232ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι:

233δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει

234τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφ᾽ ἑκών.

Ὀρέστης

235ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύσμασιν

236ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,

237οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα,

238ἀλλ᾽ ἀμβλὺν ἤδη προστετριμμένονfortasse ἀμβλὺς ... προστετριμμένος Prien τε πρὸς

239ἄλλοισιν οἴκοις καὶ πορεύμασιν πορεύμασιν Porson: πορεύμασι codd. βροτῶν.

240ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,

241σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,

242πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.

243αὐτοῦ φυλάσσων ἀμμενῶ ἀμμενῶ Dindorf: ἀναμένω codd. τέλος δίκης.

Χορός

244εἶεν: τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.

245ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.

246τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν νεβρὸν Victorius: νεκρὸν codd.

247πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν. ἐκματεύομεν Dindorf: ἐκμαστεύομεν codd. plerique

248πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ

249σπλάγχνον: χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,

250ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν ποτήμασιν Dindorf: πωτήμασιν codd.

251ἦλθον διώκουσ᾽, οὐδὲν ὑστέρα νεώς.

252καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπτακών.

253ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.

Lyric 1

Χορός

254ὅρα ὅρα μάλ᾽ αὖ,

255λεῦσσέ τε πάντα, λεῦσσέ τε πάντα Hermann: λεύσσετον πάνται M μὴ

256λάθῃ φύγδα φύγδα ex φυγαδα factum M βὰς

257[ὁ ὁ seclusit Hermann] ματροφόνος ἀτίτας.—

258ὁ δ᾽ αὖτέ γ᾽ οὖν ἀλκὰν ἔχων

259περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου

260ὑπόδικος θέλει γενέσθαι χερῶν.—

261τὸ δ᾽ οὐ πάρεστιν: αἷμα μητρῷον χαμαὶ

262δυσαγκόμιστον, παπαῖ,

263τὸ διερὸν πέδοι χύμενον πέδοι χύμενον Porson: πέδωι κεχυμένον codd. οἴχεται.—

264ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ ζῶντος ῥοφεῖν

265ἐρυθρὸν ἐκ μελῶνmetri causa μελῶν scripsi: μελέων codd. πέλανον: ἀπὸ δὲ σοῦ

266φεροίμαν βοσκὰν φεροίμαν βοσκὰν Wellauer: βοσκὰν φεροίμαν M πώματος δυσπότου:—

267καὶ ζῶντά σ᾽ ἰσχνάνασ᾽ ἀπάξομαι κάτω,

268ἀντίποιν᾽ ὡς ἀντίποιν᾽ ὡς Schütz: ἀντιποίνους codd. τίνῃς τίνῃς Fa: τείνης M ματροφόνου Casaubon: μητροφόνας codd. ματροφόνου δύας.—

269ὄψι δὲ κεἴ δὲ κεἴ τις Schütz: δ᾽ ἐκεῖ τίς codd. τις ἄλλος ἄλλος Heath: ἄλλον codd. ἤλιτεν βροτῶν

270ἢ θεὸν ἢ ξένον

271τιν᾽ τίν᾽ codd.: fort. τιν᾽ οὐκ εὐσεβῶν Hermann ἀσεβῶν ἢ τοκέας φίλους,

272ἔχονθ᾽ ἕκαστον τῆς δίκης ἐπάξια.—

273μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν

274ἔνερθε χθονός,

275δελτογράφῳ δὲ πάντ᾽ ἐπωπᾷ φρενί.Carmen inter choreutas distribuendum

Ὀρέστης

276ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι

277πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη

278σιγᾶν θ᾽ ὁμοίως: ἐν δὲ τῷδε πράγματι

279φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου:

280βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,

281μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει.

282ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ

283Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.

284πολὺς δέ μοι γένοιτ᾽ ἂν ἐξ ἀρχῆς λόγος,

285ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.

286[χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.]seclusit Musgrave

287καὶ νῦν ἀφ᾽ ἁγνοῦ στόματος εὐφήμως καλῶ

288χώρας ἄνασσαν τῆσδ᾽ Ἀθηναίαν ἐμοὶ

289μολεῖν ἀρωγόν: κτήσεται δ᾽ ἄνευ δορὸς

290αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν

291πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.

292ἀλλ᾽ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,

293Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,

294τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,

295φίλοις ἀρήγουσ᾽, εἴτε Φλεγραίαν πλάκα

296θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,

297ἔλθοι,—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός,—

298ὅπως γένοιτο τῶνδ᾽ ἐμοὶ λυτήριος.