Εὐμενίδες
Episode 6
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 6
Αθηνα
397πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
398ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη, γῆν καταφθατουμένη Stanley: τὴν καταφθατουμένην codd.
399ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
400τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
401ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοί,
402ἐξαίρετον δώρημα Θησέως τόκοις:
403ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα,
404πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος,
405πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον.
406καινὴν καινὴν Canter: καὶ νῦν codd. δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς
407ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα.
408τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω:
409βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ,
410ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
411οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας ὁρωμένας Stanley: ὁρωμέναις codd.
412οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι.
413λέγειν δ᾽ ἄμομφον ἄμομφον Robortello: ἄμορφον codd. ὄντα τοὺς πέλας κακῶς
414πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις.
Χορός
415πεύσει τὰ πάντα συντόμως, Διὸς κόρη.
416ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆς αἰανῆς recc.: αἰανῆ M τέκνα.
417Ἀραὶ ἀραὶ Fl V: ἀρὰ M δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
Ἀθηνᾶ
418γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους.
Χορός
419τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσει τάχα.
Ἀθηνᾶ
420μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
Χορός
421βροτοκτονοῦντας βροτοκτονοῦντας] αὐτοκτονοῦντας Davies ἐκ δόμων ἐλαύνομεν.
Ἀθηνᾶ
422καὶ τῷ κτανόντι ποῦ τὸ ποῦ τὸ Arnald: τοῦτο codd. τέρμα τῆς φυγῆς; φυγῆς Scaliger: σφαγῆς codd.
Χορός
423ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
Ἀθηνᾶ
424ἦ καὶ τοιαύτας τῷδ᾽ ἐπιρροιζεῖς ἐπιρροιζεῖς Scaliger: ἐπιρροιζεῖ factum ex ἐπιρροιζεῖν M φυγάς;
Χορός
425φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
Ἀθηνᾶ
426ἄλλαις ἀνάγκαις, ἄλλαις ἀνάγκαις Bothe: ἄλλης ἀνάκης codd. ἤ τινος ἤ τινος Fl V: οὔτινος M τρέων κότον;
Χορός
427ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
Ἀθηνᾶ
428δυοῖν παρόντοιν ἥμισυς λόγος λόγος Fl V: λόγου M πάρα.
Χορός
429ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ δοῦναι θέλοι. θέλοι Schütz: θέλει codd.
Ἀθηνᾶ
430κλύειν δίκαιος δίκαιος Dindorf: δικαίους (υ in rasura) M, ω supra scr. m μᾶλλον ἢ πρᾶξαι θέλεις.
Χορός
431πῶς δή; δίδαξον: τῶν σοφῶν γὰρ οὐ πένει.
Ἀθηνᾶ
432ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
Χορός
433ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην.
Ἀθηνᾶ
434ἦ κἀπ᾽ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος;
Χορός
435πῶς δ᾽ οὔ; σέβουσαί γ᾽ ἀξίαν κἀπ᾽ ἀξίων. κἀπ᾽ ἀξίων Arnald: τ᾽ ἐπαξίων M
Ἀθηνᾶ
436τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις;
437λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
438τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ ἀμυναθοῦ Dindorf: ἀμυνάθου codd. ψόγον:
439εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
440ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας
441σεμνὸς προσίκτωρ ἐν ἐν in ampliore spatio m τρόποις Ἰξίονος:
442τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
Ὀρέστης
443ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
444τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
445οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων ἔχων Wieseler: ἔχει codd. μύσος
446πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην ἐφεζόμην Wieseler: ἐφεζομένη codd. βρέτας.
447τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα:
448ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
449ἔς τ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
450σφαγαὶ καθαιμάξωσι νεοθήλου καθαιμάξωσι Fa, νεοθήλου Turnebus: καθαιμάξουσινοθήλου M βοτοῦ.
451πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
452οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
453ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.
454γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσει τάχα.
455Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
456Ἀγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα:
457ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
458ἔθηκας. ἔφθιθ᾽ οὗτος οὗτος recc.: οὕτως M οὐ καλῶς, μολὼν
459εἰς οἶκον: ἀλλά νιν κελαινόφρων ἐμὴ
460μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
461κρύψασ᾽, ἃ κρύψασ᾽, ἃ Musgrave: κρύψασα codd. λουτρῶν ἐξεμαρτύρει φόνον.
462κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
463ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
464ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
465καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
466ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
467εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.
468σὺ δ᾽ δ᾽ Pearson: τ᾽ codd. εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην:
469πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ᾽ αἰνέσω.
Ἀθηνᾶ
470τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε
471βροτὸς δικάζειν: οὐδὲ μὴν ἐμοὶ θέμις
472φόνου φόνου Robortello: φόνους codd. διαιρεῖν ὀξυμηνίτους ὀξυμηνίτους Pearson: ὀξυμηνίτου codd. δίκας:
473ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς ἐμοῖς Pauw: ὅμως codd.
474ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις:
475ἐγὼ ἐγὼ Hartung: ὅμως codd. δ᾽ ἄμομφον ὄντα σ᾽ αἱροῦμαι αἰδοῦμαι Hermann πόλει.
476αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
477καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
478χώρᾳ μεταῦθις χώρᾳ μεταῦθις Wellauer: χῶραι μετ᾽ αὖθις codd. ἰὸς ἐκ φρονημάτων
479πέδοι πέδοι Dindorf: πέδω codd. πεσὼν ἄφερτος αἰανὴς νόσος.
480τοιαῦτα μὲν τάδ᾽ ἐστίν: ἀμφότερα, μένειν
481πέμπειν τε τε Abresch: δὲ codd. δυσπήμαντ᾽ δυσπήμαντ᾽ Scaliger: δυσπήματ᾽ codd. ἀμηχάνως ἐμοί.
482ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε,
483†φόνων δικαστὰς ὁρκίους αἱρουμένη ὁρκίους αἱρουμένη Casaubon: ὁρκίων αἱρουμένους codd.; ingeniose φανῶ δικαστὰς ὁρκίων αἰδουμένους θεσμόν, τὸν Wecklein, ubi αἰδουμένους coni. Prien
484θεσμὸν τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον†.incerta necdum satis sanata
485ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
486καλεῖσθ᾽, ἀρωγὰ τῆς δίκης ὁρκώματα.
487κρίνασα δ᾽ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
488ἥξω, ἥξω] ἄξω Auratus διαιρεῖν τοῦτο πρᾶγμ᾽ ἐτητύμως,
489ὅρκον ὅρκον recc.: ὅρκων mutatum in ὅρκον M πορόντας πορόντας ex scholio Hermann: περῶντας codd. μηδὲν ἔκδικον φράσειν. φράσειν Markland: φρεσίν M hunc v. om. Fa, post 485 habent Fl V