Εὐμενίδες
Choral 5
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 5
Χορός
299οὔτοι σ᾽ Ἀπόλλων οὐδ᾽ Ἀθηναίας σθένος
300ῥύσαιτ᾽ ἂν ὥστε μὴ οὐ παρημελημένον
301ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενῶν,
302ἀναίματον βόσκημα δαιμόνων, σκιάν. σκιάν Heath: σκιά codd. incerta emendatio
303οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις λόγους,
304ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;; add. Hermann
305καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς:
306ὕμνον δ᾽ ἀκούσει τόνδε δέσμιον σέθεν.
Anapests 1
Χορός
307ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
308μοῦσαν στυγερὰν
309ἀποφαίνεσθαι δεδόκηκεν,
310λέξαι τε λάχη τὰ κατ᾽ ἀνθρώπους
311ὡς ἐπινωμᾷ στάσις ἁμά. ἁμά Canter: ἅμα codd.
312εὐθυδίκαιοι δ᾽ εὐθυδίκαιοι δ᾽ Hermann: εὐθυδίκαι θ᾽ οἱδ᾽ M οἰόμεθ᾽ οἰόμεθ᾽ H. L. Ahrens: οίμεθ᾽ M εἶναι:
313τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ᾽ τὸν ... προνέμοντ᾽ Hermann: τοὺς ... προνέμοντας codd.
314οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν, ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν Porson: ἀφ᾽ ἡμῶν μῆνις ἐφέρπει codd.
315ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ:
316ὅστις δ᾽ ἀλιτὼν ἀλιτὼν Auratus: ἀλιτρῶν codd. ὥσπερ ὅδ᾽ ἁνὴρ ἁνὴρ Porson: ἀνὴρ codd.
317χεῖρας φονίας ἐπικρύπτει,
318μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
319παραγιγνόμεναι παραγινόμεναι codd. πράκτορες αἵματος
320αὐτῷ τελέως ἐφάνημεν.
Strophe 1
Χορός
321μᾶτερ ἅ μ᾽ ἔτικτες, ὦ μᾶτερ
322Νύξ, ἀλαοῖσι ἀλαοῖσι Paley: ἀλαοῖσιν M καὶ δεδορκόσιν
323ποινάν, κλῦθ᾽. ὁ Λατοῦς γὰρ ἶ-
324νίς μ᾽ ἄτιμον τίθησιν
325τόνδ᾽ ἀφαιρούμενος
326πτῶκα, πτῶκα Sophianus: πτάκα mutatum in πτᾶκα M ματρῷον ἅγ-
327νισμα κύριον φόνου.
Ephymnion 1
Χορός
328ἐπὶ δὲ τῷ τεθυμένῳ
329τόδε μέλος, παρακοπά,
330παραφορὰ παραφ.ορὰ M φρενοδαλής,
331ὕμνος ἐξ Ἐρινύων,
332δέσμιος φρενῶν, ἀφόρ-
333μικτος, αὐονὰ βροτοῖς.
Antistrophe 1
Χορός
334τοῦτο γὰρ λάχος διανταία
335Μοῖρ᾽ ἐπέκλωσεν ἐμπέδως ἔχειν,
336θνατῶν θνατῶν Canter: θανάτων codd. τοῖσιν αὐτουργίαι αὐτουργίαι Turnebus: αὐτουργίαις codd.
337ξυμπέσωσιν ξυμπέσωσιν Turnebus: ξύμπασωσιν M μάταιοι,
338τοῖς ὁμαρτεῖν, ὄφρ᾽ ἂν
339γᾶν ὑπέλθῃ: θανὼν δ᾽
340οὐκ ἄγαν ἐλεύθερος.
Ephymnion 1
Χορός
341ἐπὶ δὲ τῷ τεθυμένῳ
342τόδε μέλος, παρακοπά,
343παραφορὰ παράφρονα M φρενοδαλής,
344ὕμνος ὕμνοις M ἐξ Ἐρινύων,
345δέσμιος φρενῶν, ἀφόρ-
346μικτος, αὐονὰ βροτοῖς.
Strophe 2
Χορός
347γιγνομέναισι λάχη τάδ᾽ ἐφ᾽ ἁμὶν ἐκράνθη,
350ἀθανάτων δ᾽ ἀπέχειν χέρας, οὐδέ τις ἐστὶ
351ξυνδαίτωρ ξυνδαίτωρ Turnebus: συνδάτωρ M μετάκοινος.
352παλλεύκων δὲ πέπλων ἀνέορτος ἀνέορτος Fritzsche: ἄμοιρος codd. ἄκληρος ἐτύχθην.
Ephymnion 2
Χορός
354δωμάτων δωμάτων Aldina: δομάτων codd. γὰρ εἱλόμαν
355ἀνατροπάς: ὅταν Ἄρης
356τιθασὸς τιθασὸς P: πίθασος M ὢν φίλον φίλον Turnebus: φίλος codd. ἕλῃ,
357ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι ὧδ᾽ ἱέμεναι E. A. I. Ahrens: ὦ διόμεναι M
358κρατερὸν ὄνθ᾽ ὅμως ἀμαυ-
359ροῦμεν ὅμως ἀμαυροῦμεν Weil: ὁμοίως μαυροῦμεν codd. [ὑφ᾽ ὑφ᾽ seclusit Weil] αἵματος νέου.>
Antistrophe 2
Χορός
360σπευδομένα σπευδομένα M, postea mutatum in σπευδόμεναι δ᾽ ἀφελεῖν
361τινὰ τάσδε τάσδε Aldina: τᾶσδε M μερίμνας,
362θεῶν δ᾽ ἀτέλειαν ἐμαῖς
363μελέταις ἐμαῖς μελέταις Voss: ἐμαῖσι λιταῖς codd. ἐπικραίνειν,
364μηδ᾽ εἰς εἰς Pauw: ἐς codd. ἄγκρισιν ἐλθεῖν—
365Ζεὺς δ᾽ αἱμοσταγὲς δ᾽ αἱμοσταγὲς Linwood: γὰρ αἱματοσταγὲς M ἀξ-
366ιόμισον ἔθνος τόδε λέσχας
367ἇς ἀπηξιώσατο—
368μάλα γὰρ οὖν ἁλομένα
369ἀνέκαθεν ἀνέκαθεν Pearson: ἄγκαθεν codd. βαρυπεσῆ
370καταφέρω ποδὸς ἀκμάν,
371σφαλερὰ τανυδρόμοις <ὅμως ὅμως add. Weil>
372κῶλα, δύσφορον μάταν.vv. 368-72 in codd. post 376 scriptos huc transtulit Heath μάταν Weil: ἄταν codd.
Strophe 3
Χορός
373δόξαι τ᾽ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾽ αἰθέρι σεμναὶ
374τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι
375ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχησ-
376μοῖς τ᾽ ἐπιφθόνοις ἐπιφθόνοις Heath: ἐπιφόνοις codd. ποδός.
Antistrophe 3
Χορός
377πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμᾳ:
378τοῖον [γὰρ γὰρ seclusit Heath] ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,
379καὶ δνοφεράν τιν᾽ ἀχλὺν κατὰ δώματος αὐδᾶ-
380ται πολύστονος φάτις.
Strophe 4
Χορός
381μένει γάρ: εὐμήχανοί
382τε τε Wakefield: δὲ codd. καὶ τέλειοι, κακῶν
383τε μνήμονες, σεμναὶ
384καὶ δυσπαρήγοροι βροτοῖς,
385ἄτιμ᾽ ἀτίετα ἀτίετα Canter: ἀτίεται M διόμεναι διόμε.ναι M: fortasse διέπομεν Heath
386λάχη θεῶν διχοστατοῦντ᾽ ἀνηλίῳ
387λάμπᾳ, †δυσοδοπαίπαλαfortasse δυσποροπαίπαλοι Heimsoeth
388δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.
Antistrophe 4
Χορός
389τίς οὖν τάδ᾽ οὐχ ἅζεταί οὐχ ἅζεται Turnebus: οὐ χάζεται codd.
390τε καὶ δέδοικεν δέδοικεν Schütz: δέδοικε codd. βροτῶν,
391ἐμοῦ κλύων θεσμὸν
392τὸν μοιρόκραντον ἐκ θεῶν
393δοθέντα τέλεον; ἔτι ἔτι Hermann: ἐπὶ codd. δέ μοι
394<μένει μένει add. Hermann> γέρας παλαιόν, οὐδ᾽ ἀτιμίας
395κύρω, κύρω Hermann: κυρῶ codd. καίπερ ὑπὸ χθόνα
396τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.