The Greek Library Author

Aeschylus

Εὐμενίδες

Choral 9

Title variantsΕὐμενίδες · Eumenides · Euménides

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 9

Strophe 1

Χορός

778ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους

779καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.Post hunc v. excidisse aliquid putat Abresch

780ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος

781ἐν γᾷ τᾷδε, φεῦ,

782ἰὸν ἰὸν ἀντιπενθῆ

783μεθεῖσα καρδίας, κράδιας Wellauer σταλαγμὸν χθονὶ

784ἄφορον: χθονιαφόρον M ἐκ δὲ τοῦ

785λειχὴν λιχὴν codd. ἄφυλλος, ἄτεκνος,

786ἰὼ δίκα, πέδον ἐπισύμενος

787βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ. βαλεῖ Turnebus: βαλεῖν codd.

788στενάζω; τί ῥέξω;

789γελῶμαι: γελῶμαι Tyrwhitt: γένωμαι codd. δύσοιστα.

790πολίταις ἔπαθον:

791ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς

792Νυκτὸς ἀτιμοπενθεῖς.

Ἀθηνᾶ

793ἐμοὶ πίθεσθε πίθεσθε Turnebus: πείθεσθε M μὴ βαρυστόνως φέρειν.

795οὐ γὰρ νενίκησθ᾽, ἀλλ᾽ ἰσόψηφος δίκη

796ἐξῆλθ᾽ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν:

797ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,

798αὐτός θ᾽ ὁ χρήσας χρήσας Turnebus: θήσας codd. αὐτὸς ἦν ὁ μαρτυρῶν,

799ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.

800ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ

801βαρὺν κότον σκήψητε,800-μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ βαρὺν κότον σκήψητε olim Weil: τε τῇδε γῇ βαρὺν κότον σκήψησθε μὴ θυμοῦσθε M μηδ᾽ ἀκαρπίαν

802τεύξητ᾽, ἀφεῖσαι †δαιμόνων σταλάγματα,codd. lectio corrupta δαΐων Pauw: πλευμόνων Wakefield: λαιμάτων Paley σταλαγμάτων Hermann

803βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.

804ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι

805ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς

806λιπαροθρόνοισιν ἡμένας ἐπ᾽ ἐσχάραις

807ἕξειν ὑπ᾽ ἀστῶν τῶνδε τιμαλφουμένας.desunt in Fl Fa V

Antistrophe 1

Χορός

808ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους

809καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.cf. ad 779

810ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος

811ἐν γᾷ τᾷδε, φεῦ,

812ἰὸν ἰὸν ἀντιπενθῆ ἀντιπαθῆ M

813μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶcf. ad 783

814ἄφορον: ἐκ δὲ τοῦ

815λειχὴν ἄφυλλος, ἄτεκνος,cf. ad 785

816ἰὼ δίκα, πέδον ἐπισύμενος ἐπεσσύμενος codd.

817βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.cf. ad 787

818στενάζω; τί ῥέξω;

819γελῶμαι: δύσοισταcf. ad 789

820πολίταις ἔπαθον:

821ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς

822Νυκτὸς ἀτιμοπενθεῖς.

Ἀθηνᾶ

823οὐκ ἔστ᾽ ἄτιμοι, μηδ᾽ ὑπερθύμως ἄγαν

824θεαὶ βροτῶν στήσητε κτίσητε Linwood δύσκηλον χθόνα.

825κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;

826καὶ κλῇδας οἶδα δώματος δώματος Casaubon: δωμάτων codd. μόνη θεῶν,

827ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος:

828ἀλλ᾽ οὐδὲν αὐτοῦ δεῖ: σὺ δ᾽ εὐπιθὴς εὐπιθὴς Hermann: εὐπειθὴς codd. ἐμοὶ

830γλώσσης ματαίας μὴ ᾽κβάλῃς ἔπη χθονί, ἔπη χθονί Burges: ἐπὶ χθόνα codd.

831καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς.

832κοίμα κελαινοῦ κύματος πικρὸν μένος

833ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί:

834πολλῆς δὲ χώρας τῆσδ᾽ ἔτ᾽ τῆσδ᾽ ἔτ᾽ Hermann: τῆσδέ τ᾽ codd. ἀκροθίνια

835θύη πρὸ παίδων καὶ γαμηλίου τέλους

836ἔχουσ᾽ ἐς αἰεὶ τόνδ᾽ ἐπαινέσεις λόγον.

Strophe 2

Χορός

837ἐμὲ παθεῖν τάδε, φεῦ,

838ἐμὲ παλαιόφρονα κατά τε γᾶς κατά τε legit 871 M: hic κατὰ codd. γᾶς Hermann: γᾶν codd. οἰκεῖν,

839φεῦ, ἀτίετον μύσος. φεῦ (ante μύσος codd.) huc transtulit Weil

840πνέω τοι μένος ἅπαντά ἅπαντα suspectum τε κότον.

841οἰοῖ δᾶ, φεῦ.

842τίς μ᾽ ὑποδύεται, τίς ὀδύνα πλευράς; τίς ὀδύνα πλευράς Hermann: πλευρὰς ὀδύνα M

843θυμὸν ἄιε, μᾶτερ

845Νύξ: ἀπὸ γάρ με τι-

846μᾶν τιμᾶν Fl V: τιμῶν M, α supra ῶ scr. m δαναιᾶν δαναιᾶν L. Dindorf: δαμαίων M, αν supra scr. m θεῶν

847δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι. δόλοι G: δόλω (οι supra scr. m) M

Ἀθηνᾶ

848ὀργὰς ξυνοίσω σοι: γεραιτέρα γὰρ εἶ.

849καὶ τῷ καὶ τῷ Wakefield: καίτοι codd. μὲν <εἶ εἶ add. Abresch> σὺ κάρτ᾽ ἐμοῦ σοφωτέρα,

850φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.

851ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα

852γῆς τῆσδ᾽ ἐρασθήσεσθε: προυννέπω τάδε.

853οὑπιρρέων γὰρ τιμιώτερος χρόνος

854ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν

855ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως

856τεύξει παρ᾽ ἀνδρῶν καὶ γυναικείων στόλων,

857ὅσων ὅσων Pauw: ὅσην codd. παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν.

858σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς

859μήθ᾽ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας

860νέων, ἀοίνοις ἀοίνοις Robortello: ἀοίνους codd. ἐμμανεῖς θυμώμασι,

861μήτ᾽, μήτ᾽ Dindorf: μηδ᾽ codd. ἐξελοῦσ᾽ ἐκζέουσ᾽ Musgrave ὡς καρδίαν ἀλεκτόρων,

862ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη

863ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.

864θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,

865ἐν ᾧ τις ἔσται τίς ἔστι, α postea inserto M δεινὸς εὐκλείας ἔρως:

866ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην.

867τοιαῦθ᾽ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,

868εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην

869χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.

Antistrophe 2

Χορός

870ἐμὲ παθεῖν τάδε, φεῦ,

871ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,

872φεῦ, ἀτίετον μύσος.

873πνέω τοι μένος ἅπαντά τε κότον.cf. ad 839

874οἰοῖ δᾶ, φεῦ.

875τίς μ᾽ ὑποδύεται, τίς ὀδύνα πλευράς;cf. ad 842

876θυμὸν ἄιε, μᾶτερ

877Νύξ: ἀπὸ γάρ με τι-

878μᾶν δαναιᾶν δαναιᾶν L. Dindorf: δαμίαν M θεῶν

880δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι. δόλοι A: δόλω (οι supra scr. m) M

Ἀθηνᾶ

881οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,

882ὡς μήποτ᾽ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ

883θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν

884ἄτιμος ἔρρειν τοῦδ᾽ ἀπόξενος πέδου.

885ἀλλ᾽ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας,

886γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,

887σὺ δ᾽ οὖν μένοις ἄν: εἰ δὲ μὴ θέλεις θέλης (ει supra scr.) M μένειν,

888οὔ τἂν οὔ τἂν Wellauer: οὔτ᾽ ἂν codd. δικαίως τῇδ᾽ ἐπιρρέποις πόλει

889μῆνίν τιν᾽ ἢ κότον τιν᾽ ἢ βλάβην στρατῷ.

890ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ τῆσδε γαμόρῳ Dobree: τῇδέ γ᾽ ἀμοίρου codd. χθονὸς

891εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.