The Greek Library Author

Aeschylus

Εὐμενίδες

Episode 1

Title variantsΕὐμενίδες · Eumenides · Euménides

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Πυθιάς

1πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν

2τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,

3ἣ δὴ τὸ μητρὸς δευτέρα τόδʼ ἕζετο

4μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ

5λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,

6Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,

7Φοίβη· δίδωσι δʼ ἣ γενέθλιον δόσιν

8Φοίβῳ· τὸ Φοίβης δʼ ὄνομʼ ἔχει παρώνυμον.

9λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,

10κέλσας ἐπʼ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,

11ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θʼ ἕδρας.

12πέμπουσι δʼ αὐτὸν καὶ σεβίζουσιν μέγα

13κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα

14ἀνήμερον τιθέντες ἡμερωμένην.

15μολόντα δʼ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,

16Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.

17τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα

18ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·

19Διὸς προφήτης δʼ ἐστὶ Λοξίας πατρός.

20τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.

21Παλλὰς προναία δʼ ἐν λόγοις πρεσβεύεται·

22σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα

23κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·

24Βρόμιος ἔχει τὸν χῶρον, οὐδʼ ἀμνημονῶ,

25ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,

26λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·

27Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος

28καλοῦσα καὶ τέλειον ὕψιστον Δία,

29ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.

30καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ

31ἄριστα δοῖεν· κεἰ παρʼ Ἑλλήνων τινές,

32ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.

33μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.

Πυθιάς

34ἦ δεινὰ λέξαι, δεινὰ δʼ ὀφθαλμοῖς δρακεῖν,

35πάλιν μʼ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,

36ὡς μήτε σωκεῖν μήτε μʼ ἀκταίνειν βάσιν,

37τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν·

38δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.

39ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·

40ὁρῶ δʼ ἐπʼ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ

41ἕδραν ἔχοντα προστρόπαιον, αἵματι

42στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος

43ἔχοντʼ ἐλαίας θʼ ὑψιγέννητον κλάδον,

44λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,

45ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.

46πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος

47εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.

48οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,

49οὐδʼ αὖτε Γοργείοισιν εἰκάσω τύποις.

50εἶδόν ποτʼ ἤδη Φινέως γεγραμμένας

51δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν

52αὗται, μέλαιναι δʼ ἐς τὸ πᾶν βδελύκτροποι·

53ῥέγκουσι δʼ οὐ πλατοῖσι φυσιάμασιν·

54ἐκ δʼ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·

55καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα

56φέρειν δίκαιος οὔτʼ ἐς ἀνθρώπων στέγας.

57τὸ φῦλον οὐκ ὄπωπα τῆσδʼ ὁμιλίας

58οὐδʼ ἥτις αἶα τοῦτʼ ἐπεύχεται γένος

59τρέφουσʼ ἀνατεὶ μὴ μεταστένειν πόνον.

60τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων

61αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.

62ἰατρόμαντις δʼ ἐστὶ καὶ τερασκόπος

63καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.

Ἀπόλλων

64οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ

65ἐγγὺς παρεστὼς καὶ πρόσω δʼ ἀποστατῶν

66ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.

67καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·

68ὕπνῳ πεσοῦσαι δʼ αἱ κατάπτυστοι κόραι,

69γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται

70θεῶν τις οὐδʼ ἄνθρωπος οὐδὲ θήρ ποτε.

71κακῶν δʼ ἕκατι κἀγένοντʼ, ἐπεὶ κακὸν

72σκότον νέμονται Τάρταρόν θʼ ὑπὸ χθονός,

73μισήματʼ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.

74ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.

75ἐλῶσι γάρ σε καὶ διʼ ἠπείρου μακρᾶς

76βιβῶντʼ ἀνʼ αἰεὶ τὴν πλανοστιβῆ χθόνα

77ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.

78καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος

79πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν

80ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.

81κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους

82μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,

83ὥστʼ ἐς τὸ πᾶν σε τῶνδʼ ἀπαλλάξαι πόνων·

84καὶ γὰρ κτανεῖν σʼ ἔπεισα μητρῷον δέμας.

Ὀρέστης

85ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ʼδικεῖν·

86ἐπεὶ δʼ ἐπίστᾳ, καὶ τὸ μὴ ʼμελεῖν μάθε.

87σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.

Ἀπόλλων

88μέμνησο, μὴ φόβος σε νικάτω φρένας.

89σὺ δʼ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,

90Ἑρμῆ, φύλασσε· κάρτα δʼ ὢν ἐπώνυμος

91πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν

92ἱκέτην—σέβει τοι Ζεὺς τόδʼ ἐκνόμων σέβας—

93ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.

Κλυταιμήστρας Εἴδωλον

94εὕδοιτʼ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;

95ἐγὼ δʼ ὑφʼ ὑμῶν ὧδʼ ἀπητιμασμένη

96ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον

97ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,

98αἰσχρῶς δʼ ἀλῶμαι· προυννέπω δʼ ὑμῖν ὅτι

99ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·

100παθοῦσα δʼ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,

101οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,

102κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.

103ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.

104εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,

105ἐν ἡμέρᾳ δὲ μοῖρʼ ἀπρόσκοπος βροτῶν.

106ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,

107χοάς τʼ ἀοίνους, νηφάλια μειλίγματα,

108καὶ νυκτίσεμνα δεῖπνʼ ἐπʼ ἐσχάρᾳ πυρὸς

109ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.

110καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.

111ὁ δʼ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,

112καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων

113ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.

114ἀκούσαθʼ ὡς ἔλεξα τῆς ἐμῆς περὶ

115ψυχῆς, φρονήσατʼ, ὦ κατὰ χθονὸς θεαί.

116ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.

Χορός

117(μ̔υγμός.)

Κλυταιμήστρας Εἴδωλον

118μύζοιτʼ ἄν, ἁνὴρ δʼ οἴχεται φεύγων πρόσω·

119φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.

Χορός

120(μ̔υγμός.)

Κλυταιμήστρας Εἴδωλον

121ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·

122φονεὺς δʼ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.

Χορός

123(ὡ̓γμός.)

Κλυταιμήστρας Εἴδωλον

124ᾤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;

125τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;

Χορός

126(ὡ̓γμός.)

Κλυταιμήστρας Εἴδωλον

127ὕπνος πόνος τε κύριοι συνωμόται

128δεινῆς δρακαίνης ἐξεκήραναν μένος.

Χορός

129(μ̔υγμὸς διπλοῦς ὀξύς.)

130λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.

Κλυταιμήστρας Εἴδωλον

131ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δʼ ἅπερ

132κύων μέριμναν οὔποτʼ ἐκλείπων πόνου.

133τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,

134μηδʼ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσʼ ὕπνῳ.

135ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν·

136τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.

137σὺ δʼ αἱματηρὸν πνεῦμʼ ἐπουρίσασα τῷ,

138ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,

139ἕπου, μάραινε δευτέροις διώγμασιν.

Χορός

140ἔγειρʼ, ἔγειρε καὶ σὺ τήνδʼ, ἐγὼ δὲ σέ.

141εὕδεις; ἀνίστω, κἀπολακτίσασʼ ὕπνον,

142ἰδώμεθʼ εἴ τι τοῦδε φροιμίου ματᾷ.