The Greek Library Author

Aeschylus

Εὐμενίδες

Choral 6

Title variantsΕὐμενίδες · Eumenides · Euménides

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 6

Strophe 1

Χορός

490νῦν καταστροφαὶ νέων

491θεσμίων, εἰ κρατή-

492σει δίκα τε καὶ βλάβα

493τοῦδε ματροκτόνου.

494πάντας ἤδη τόδʼ ἔργον εὐχερεί-

495ᾳ συναρμόσει βροτούς·

496πολλὰ δʼ ἔτυμα παιδότρωτα

497πάθεα προσμένει τοκεῦ-

498σιν μεταῦθις ἐν χρόνῳ.

Antistrophe 1

Χορός

499οὐδὲ γὰρ βροτοσκόπων

500μαινάδων τῶνδʼ ἐφέρ-

501ψει κότος τις ἐργμάτων—

502πάντʼ ἐφήσω μόρον.

503πεύσεται δʼ ἄλλος ἄλλοθεν, προφω-

504νῶν τὰ τῶν πέλας κακά,

505λῆξιν ὑπόδοσίν τε μόχθων·

506ἄκεά τʼ οὐ βέβαια τλά-

507μων δέ τις μάταν παρηγορεῖ.

Strophe 2

Χορός

508μηδέ τις κικλῃσκέτω

509ξυμφορᾷ τετυμμένος,

510τοῦτʼ ἔπος θροούμενος,

511ὦ δίκα,

512ὦ θρόνοι τʼ Ἐρινύων.

513ταῦτά τις τάχʼ ἂν πατὴρ

514ἢ τεκοῦσα νεοπαθὴς

515οἶκτον οἰκτίσαιτʼ, ἐπει-

516δὴ πίτνει δόμος δίκας.

Antistrophe 2

Χορός

517ἔσθʼ ὅπου τὸ δεινὸν εὖ,

518καὶ φρενῶν ἐπίσκοπον

519δεῖ μένειν καθήμενον.

520ξυμφέρει

521σωφρονεῖν ὑπὸ στένει.

522τίς δὲ μηδὲν ἐν δέει

523καρδίαν ἂν ἀνατρέφων

524ἢ πόλις βροτός θʼ ὁμοί-

525ως ἔτʼ ἂν σέβοι δίκαν;

Strophe 3

Χορός

526μήτʼ ἀνάρχετον βίον

527μήτε δεσποτούμενον

528αἰνέσῃς.

529παντὶ μέσῳ τὸ κράτος

530θεὸς ὤπασεν, ἄλλʼ

531ἄλλᾳ δʼ ἐφορεύει.

532ξύμμετρον δʼ ἔπος λέγω,

533δυσσεβίας μὲν ὕβρις

534τέκος ὡς ἐτύμως·

535ἐκ δʼ ὑγιεί-

536ας φρενῶν ὁ πάμφιλος

537καὶ πολύευκτος ὄλβος.

Antistrophe 3

Χορός

538ἐς τὸ πᾶν δέ σοι λέγω,

539βωμὸν αἴδεσαι Δίκας·

540μηδέ νιν

541κέρδος ἰδὼν ἀθέῳ

542ποδὶ λὰξ ἀτίσῃς·

543ποινὰ γὰρ ἐπέσται.

544κύριον μένει τέλος.

545πρὸς τάδε τις τοκέων

546σέβας εὖ προτίων

547καὶ ξενοτί-

548μους δόμων ἐπιστροφὰς

549αἰδόμενός τις ἔστω.

Strophe 4

Χορός

550ἑκὼν δʼ ἀνάγκας ἄτερ δίκαιος ὢν

551οὐκ ἄνολβος ἔσται·

552πανώλεθρος δʼ οὔποτʼ ἂν γένοιτο.

553τὸν ἀντίτολμον δέ φαμι παρβάταν

554ἄγοντα πολλὰ παντόφυρτʼ ἄνευ δίκας

555βιαίως ξὺν χρόνῳ καθήσειν

556λαῖφος, ὅταν λάβῃ πόνος

557θραυομένας κεραίας.

Antistrophe 4

Χορός

558καλεῖ δʼ ἀκούοντας οὐδὲν ἐν μέσᾳ

559δυσπαλεῖ τε δίνᾳ·

560γελᾷ δὲ δαίμων ἐπʼ ἀνδρὶ θερμῷ,

561τὸν οὔποτʼ αὐχοῦντʼ ἰδὼν ἀμαχάνοις

562δύαις λαπαδνὸν οὐδʼ ὑπερθέοντʼ ἄκραν·

563διʼ αἰῶνος δὲ τὸν πρὶν ὄλβον

564ἕρματι προσβαλὼν δίκας

565ὤλετʼ ἄκλαυτος, αἶστος.