Εὐμενίδες
Choral 8
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 8
Strophe 1
Χορός
778ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους
779καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
780ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος
781ἐν γᾷ τᾷδε, φεῦ,
782ἰὸν ἰὸν ἀντιπενθῆ
783μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ
784ἄφορον· ἐκ δὲ τοῦ
785λειχὴν ἄφυλλος, ἄτεκνος,
786ἰὼ δίκα, πέδον ἐπισύμενος
787βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
788στενάζω· τί ῥέξω;
789γελῶμαι πολίταις.
790δύσοισθʼ ἅπαθον.
791ἰὼ μεγάλα τοὶ κόραι δυστυχεῖς
792Νυκτὸς ἀτιμοπενθεῖς.
Ἀθηνᾶ
793ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.
795οὐ γὰρ νενίκησθʼ, ἀλλʼ ἰσόψηφος δίκη
796ἐξῆλθʼ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν·
797ἀλλʼ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,
798αὐτός θʼ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,
799ὡς ταῦτʼ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.
800ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ
801βαρὺν κότον σκήψητε, μηδʼ ἀκαρπίαν
802τεύξητʼ, ἀφεῖσαι δαιμόνων σταλάγματα,
803βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.
804ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι
805ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς
806λιπαροθρόνοισιν ἡμένας ἐπʼ ἐσχάραις
807ἕξειν ὑπʼ ἀστῶν τῶνδε τιμαλφουμένας.
Antistrophe 1
Χορός
808ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους
809καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
810ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος
811ἐν γᾷ τᾷδε, φεῦ,
812ἰὸν ἰὸν ἀντιπενθῆ
813μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ
814ἄφορον· ἐκ δὲ τοῦ
815λειχὴν ἄφυλλος, ἄτεκνος,
816ἰὼ δίκα, πέδον ἐπισύμενος
817βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
818στενάζω· τί ῥέξω;
819γελῶμαι πολίταις·
820δύσοισθʼ ἅπαθον.
821ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς
822Νυκτὸς ἀτιμοπενθεῖς.
Ἀθηνᾶ
823οὐκ ἔστʼ ἄτιμοι, μηδʼ ὑπερθύμως ἄγαν
825θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα.
826κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;
827καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν,
828ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος·
829ἀλλʼ οὐδὲν αὐτοῦ δεῖ· σὺ δʼ εὐπιθὴς ἐμοὶ
830γλώσσης ματαίας μὴ ʼκβάλῃς ἔπη χθονί,
831καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς
832κοίμα κελαινοῦ κύματος πικρὸν μένος
833ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί·
834πολλῆς δὲ χώρας τῆσδʼ ἔτʼ ἀκροθίνια
835θύη πρὸ παίδων καὶ γαμηλίου τέλους
836ἔχουσʼ ἐς αἰεὶ τόνδʼ ἐπαινέσεις λόγον.
Strophe 2
Χορός
837ἐμὲ παθεῖν τάδε, φεῦ,
838ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,
839φεῦ, ἀτίετον μύσος.
840πνέω τοι μένος ἅπαντά τε κότον.
841οἶ οἶ δᾶ, φεῦ.
842τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς ;
843θυμὸν ἄιε, μᾶτερ
845Νύξ· ἀπὸ γάρ με τι-
846μᾶν δαναιᾶν θεῶν
847δυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.
Ἀθηνᾶ
848ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ.
849καὶ τῷ μὲν εἶ σὺ κάρτʼ ἐμοῦ σοφωτέρα·
850φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.
851ὑμεῖς δʼ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
852γῆς τῆσδʼ ἐρασθήσεσθε· προυννέπω τάδε.
853οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
854ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
855ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως
856τεύξῃ παρʼ ἀνδρῶν καὶ γυναικείων στόλων,
857ὅσων παρʼ ἄλλων οὔποτʼ ἂν σχέθοις βροτῶν.
858σὺ δʼ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
859μήθʼ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας
860νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,
861μήτʼ, ἐξελοῦσʼ ὡς καρδίαν ἀλεκτόρων,
862ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
863ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
864θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
865ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως·
866ἐνοικίου δʼ ὄρνιθος οὐ λέγω μάχην
867τοιαῦθʼ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
868εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην
869χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.
Antistrophe 2
Χορός
870ἐμὲ παθεῖν τάδε, φεῦ,
871ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,
872φεῦ, ἀτίετον μύσος.
873πνέω τοι μένος ἅπαντά τε κότον.
874οἶ οἶ δᾶ, φεῦ.
875τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς;
876θυμὸν ἄιε, μᾶτερ
877Νύξ· ἀπὸ γάρ με τι-
878μᾶν δαναιᾶν θεῶν
880δυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.
Ἀθηνᾶ
881οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,
882ὡς μήποτʼ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ
883θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν
884ἄτιμος ἔρρειν τοῦδʼ ἀπόξενος πέδου.
885ἀλλʼ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας;
886γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,
887σὺ δʼ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν,
888οὔ τἂν δικαίως τῇδʼ ἐπιρρέποις πόλει
889μῆνίν τινʼ ἢ κότον τινʼ ἢ βλάβην στρατῷ.
890ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς
891εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.