Εὐμενίδες
Episode 5
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 5
Ἀθηνᾶ
397πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
398ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,
399ἣν δῆτʼ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
400τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
401ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,
402ἐξαίρετον δώρημα Θησέως τόκοις·
403ἔνθεν διώκουσʼ ἦλθον ἄτρυτον πόδα,
404πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.
405πώλοις ἀκμαίοις τόνδʼ ἐπιζεύξασʼ ὄχον
406καινὴν δʼ ὁρῶσα τήνδʼ ὁμιλίαν χθονὸς
407ταρβῶ μὲν οὐδέν, θαῦμα δʼ ὄμμασιν πάρα.
408τίνες ποτʼ ἐστέ; πᾶσι δʼ ἐς κοινὸν λέγω·
409βρέτας τε τοὐμὸν τῷδʼ ἐφημένῳ ξένῳ,
410ὑμᾶς θʼ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
411οὔτʼ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
412οὔτʼ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.
413λέγειν δʼ ἄμομφον ὄντα τοὺς πέλας κακῶς
414πρόσω δικαίων ἠδʼ ἀποστατεῖ θέμις.
Χορός
415πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.
416ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.
417Ἀραὶ δʼ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
Ἀθηνᾶ
418γένος μὲν οἶδα κληδόνας τʼ ἐπωνύμους.
Χορός
419τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.
Ἀθηνᾶ
420μάθοιμʼ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
Χορός
421βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.
Ἀθηνᾶ
422καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;
Χορός
423ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
Ἀθηνᾶ
424ἦ καὶ τοιαύτας τῷδʼ ἐπιρροιζεῖς φυγάς;
Χορός
425φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
Ἀθηνᾶ
426ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον;
Χορός
427ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
Ἀθηνᾶ
428δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.
Χορός
429ἀλλʼ ὅρκον οὐ δέξαιτʼ ἄν, οὐ δοῦναι θέλοι.
Ἀθηνᾶ
430κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις.
Χορός
431πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.
Ἀθηνᾶ
432ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
Χορός
433ἀλλʼ ἐξέλεγχε, κρῖνε δʼ εὐθεῖαν δίκην.
Ἀθηνᾶ
434ἦ κἀπʼ ἐμοὶ τρέποιτʼ ἂν αἰτίας τέλος;
Χορός
435πῶς δʼ οὔ; σέβουσαί γʼ ἀξίαν κἀπʼ ἀξίων.
Ἀθηνᾶ
436τί πρὸς τάδʼ εἰπεῖν, ὦ ξένʼ, ἐν μέρει θέλεις;
437λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
438τὰς σάς, ἔπειτα τόνδʼ ἀμυναθοῦ ψόγον·
439εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
440ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας
441σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.
442τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
Ὀρέστης
443ἄνασσʼ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
444τῶν σῶν ἐπῶν μέλημʼ ἀφαιρήσω μέγα.
445οὐκ εἰμὶ προστρόπαιος, οὐδʼ ἔχων μύσος
446πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.
447τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.
448ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
449ἔστʼ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
450σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
451πάλαι πρὸς ἄλλοις ταῦτʼ ἀφιερώμεθα
452οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
453ταύτην μὲν οὕτω φροντίδʼ ἐκποδὼν λέγω.
454γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.
455Ἀργεῖός εἰμι, πατέρα δʼ ἱστορεῖς καλῶς,
456Ἀγαμέμνονʼ, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
457ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
458ἔθηκας. ἔφθιθʼ οὗτος οὐ καλῶς, μολὼν
459εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ
460μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
461κρύψασʼ, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
462κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
463ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
464ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
465καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
466ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
467εἰ μή τι τῶνδʼ ἔρξαιμι τοὺς ἐπαιτίους.
468σὺ δʼ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·
469πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδʼ αἰνέσω.
Ἀθηνᾶ
470τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε
471βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις
472φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·
473ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς
474ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις·
475οὕτως δʼ ἄμομφον ὄντα σʼ αἰδοῦμαι πόλει.
476αὗται δʼ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
477καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
478χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων
479πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.
480τοιαῦτα μὲν τάδʼ ἐστίν· ἀμφότερα, μένειν
481πέμπειν τε δυσπήμαντʼ ἀμηχάνως ἐμοί.
482ἐπεὶ δὲ πρᾶγμα δεῦρʼ ἐπέσκηψεν τόδε,
483φόνων δικαστὰς ὁρκίους αἱρουμένη
484θεσμὸν τὸν εἰς ἅπαντʼ ἐγὼ θήσω χρόνον.
485ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
486καλεῖσθʼ, ἀρωγὰ τῆς δίκης ὁρκώματα·
487κρίνασα δʼ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
488ἥξω, διαιρεῖν τοῦτο πρᾶγμʼ ἐτητύμως,
489ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.