The Greek Library Author

Aeschylus

Εὐμενίδες

Choral 10

Title variantsΕὐμενίδες · Eumenides · Euménides

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 10

Strophe 1

Χορός

916δέξομαι Παλλάδος ξυνοικίαν,

917οὐδʼ ἀτιμάσω πόλιν,

918τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε

919φρούριον θεῶν νέμει,

920ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων·

921ᾇτʼ ἐγὼ κατεύχομαι

922θεσπίσασα πρευμενῶς

923ἐπισσύτους βίου τύχας ὀνησίμους

925γαίας ἐξαμβρῦσαι

926φαιδρὸν ἁλίου σέλας.

Anapests 2

Ἀθηνᾶ

927τάδʼ ἐγὼ προφρόνως τοῖσδε πολίταις

928πράσσω, μεγάλας καὶ δυσαρέστους

929δαίμονας αὐτοῦ κατανασσαμένη.

930πάντα γὰρ αὗται τὰ κατʼ ἀνθρώπους

931ἔλαχον διέπειν.

932ὁ δὲ μὴ κύρσας βαρεῶν τούτων

933οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου.

934τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν

935πρὸς τάσδʼ ἀπάγει, σιγῶν δʼ ὄλεθρος

936καὶ μέγα φωνοῦντʼ

937ἐχθραῖς ὀργαῖς ἀμαθύνει.

Antistrophe 1

Χορός

938δενδροπήμων δὲ μὴ πνέοι βλάβα,

939τὰν ἐμὰν χάριν λέγω·

940φλογμός τʼ ὀμματοστερὴς φυτῶν, τὸ

941μὴ περᾶν ὅρον τόπων,

942μηδʼ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος,

943μῆλά τʼ εὐθενοῦντα γᾶ

945ξὺν διπλοῖσιν ἐμβρύοις

946τρέφοι χρόνῳ τεταγμένῳ· γόνος δʼ

947πλουτόχθων ἑρμαίαν

948δαιμόνων δόσιν τίοι.

Anapests 4

Ἀθηνᾶ

949ἦ τάδʼ ἀκούετε, πόλεως φρούριον,

950οἷʼ ἐπικραίνει; μέγα γὰρ δύναται

951πότνιʼ Ἐρινὺς παρά τʼ ἀθανάτοις

952τοῖς θʼ ὑπὸ γαῖαν, περί τʼ ἀνθρώπων

953φανερῶς τελέως διαπράσσουσιν,

954τοῖς μὲν ἀοιδάς, τοῖς δʼ αὖ δακρύων

955βίον ἀμβλωπὸν παρέχουσαι.

Strophe 2

Χορός

956ἀνδροκμῆτας δʼ ἀώρ-

957ους ἀπεννέπω τύχας,

958νεανίδων τʼ ἐπηράτων

959ἀνδροτυχεῖς βιότους

960δότε, κύριʼ ἔχοντες,

961θεαί τʼ ὦ Μοῖραι

962ματροκασιγνῆται,

963δαίμονες ὀρθονόμοι,

964παντὶ δόμῳ μετάκοινοι,

965παντὶ χρόνῳ δʼ ἐπιβριθεῖς

966ἐνδίκοις ὁμιλίαις,

967πάντᾳ τιμιώταται θεῶν.

Anapests 6

Ἀθηνᾶ

968τάδε τοι χώρᾳ τἠμῇ προφρόνως

969ἐπικραινομένων

970γάνυμαι· στέργω δʼ ὄμματα Πειθοῦς,

971ὅτι μοι γλῶσσαν καὶ στόμʼ ἐπωπᾷ

972πρὸς τάσδʼ ἀγρίως ἀπανηναμένας·

973ἀλλʼ ἐκράτησε Ζεὺς ἀγοραῖος·

974νικᾷ δʼ ἀγαθῶν

975ἔρις ἡμετέρα διὰ παντός.

Antistrophe 2

Χορός

976τὰν δʼ ἄπληστον κακῶν

977μήποτʼ ἐν πόλει στάσιν

978τᾷδʼ ἐπεύχομαι βρέμειν.

979μηδὲ πιοῦσα κόνις

980μέλαν αἷμα πολιτᾶν

981διʼ ὀργὰν ποινᾶς

982ἀντιφόνους ἄτας

983ἁρπαλίσαι πόλεως.

984χάρματα δʼ ἀντιδιδοῖεν

985κοινοφιλεῖ διανοίᾳ,

986καὶ στυγεῖν μιᾷ φρενί·

987πολλῶν γὰρ τόδʼ ἐν βροτοῖς ἄκος.

Anapests 8

Ἀθηνᾶ

988ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς

989ὁδὸν εὑρίσκειν;

990ἐκ τῶν φοβερῶν τῶνδε προσώπων

991μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις·

992τάσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶ

993μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν

994ὀρθοδίκαιον

995πρέψετε πάντως διάγοντες.

Strophe 3

Χορός

996χαίρετε χαίρετʼ ἐν αἰσιμίαισι πλούτου.

997χαίρετʼ ἀστικὸς λεώς,

998ἴκταρ ἥμενοι Διός,

999παρθένου φίλας φίλοι

1000σωφρονοῦντες ἐν χρόνῳ.

1001Παλλάδος δʼ ὑπὸ πτεροῖς

1002ὄντας ἅζεται πατήρ.

Anapests 10

Ἀθηνᾶ

1003χαίρετε χὐμεῖς· προτέραν δʼ ἐμὲ χρὴ

1004στείχειν θαλάμους ἀποδείξουσαν

1005πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν.

1006ἴτε καὶ σφαγίων τῶνδʼ ὑπὸ σεμνῶν

1007κατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸν

1008χώρας κατέχειν, τὸ δὲ κερδαλέον

1009πέμπειν πόλεως ἐπὶ νίκῃ.

1010ὑμεῖς δʼ ἡγεῖσθε, πολισσοῦχοι

1011παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.

1012εἴη δʼ ἀγαθῶν

1013ἀγαθὴ διάνοια πολίταις.

Antistrophe 3

Χορός

1014χαίρετε, χαίρετε δʼ αὖθις, ἐπανδιπλάζω,

1015πάντες οἱ κατὰ πτόλιν,

1016δαίμονές τε καὶ βροτοί,

1017Παλλάδος πόλιν νέμον-

1018τες· μετοικίαν δʼ ἐμὴν

1019εὖ σέβοντες οὔτι μέμ-

1020ψεσθε συμφορὰς βίου.