Εὐμενίδες
Episode 3
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 3
Ἀπόλλων
179ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος
180χωρεῖτʼ, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,
181μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,
182χρυσηλάτου θώμιγγος ἐξορμώμενον,
183ἀνῇς ὑπʼ ἄλγους μέλανʼ ἀπʼ ἀνθρώπων ἀφρόν,
184ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
185οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει·
186ἀλλʼ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι
187δίκαι σφαγαί τε σπέρματός τʼ ἀποφθορᾷ
188παίδων κακοῦται χλοῦνις, ἠδʼ ἀκρωνία,
189λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
190ὑπὸ ῥάχιν παγέντες. ἆρʼ ἀκούετε
191οἵας ἑορτῆς ἔστʼ ἀπόπτυστοι θεοῖς
192στέργηθρʼ ἔχουσαι; πᾶς δʼ ὑφηγεῖται τρόπος
193μορφῆς. λέοντος ἄντρον αἱματορρόφου
194οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
195ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.
196χωρεῖτʼ ἄνευ βοτῆρος αἰπολούμεναι.
197ποίμνης τοιαύτης δʼ οὔτις εὐφιλὴς θεῶν.
Χορός
198ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.
199αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ,
200ἀλλʼ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος.
Ἀπόλλων
201πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.
Χορός
202ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.
Ἀπόλλων
203ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν ;
Χορός
204κἄπειθʼ ὑπέστης αἵματος δέκτωρ νέου.
Ἀπόλλων
205καὶ προστραπέσθαι τούσδʼ ἐπέστελλον δόμους.
Χορός
206καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;
Ἀπόλλων
207οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.
Χορός
208ἀλλʼ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.
Ἀπόλλων
209τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.
Χορός
210τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.
Ἀπόλλων
211τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;
Χορός
212οὐκ ἂν γένοιθʼ ὅμαιμος αὐθέντης φόνος.
Ἀπόλλων
213ἦ κάρτʼ ἄτιμα καὶ παρʼ οὐδὲν εἰργάσω
214Ἥρας τελείας καὶ Διὸς πιστώματα.
215Κύπρις δʼ ἄτιμος τῷδʼ ἀπέρριπται λόγῳ,
216ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.
217εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος
218ὅρκου ʼστὶ μείζων τῇ δίκῃ φρουρουμένη.
219εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
220τὸ μὴ τίνεσθαι μηδʼ ἐποπτεύειν κότῳ,
221οὔ φημʼ Ὀρέστην σʼ ἐνδίκως ἀνδρηλατεῖν.
222τὰ μὲν γὰρ οἶδα κάρτα σʼ ἐνθυμουμένην,
223τὰ δʼ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.
224δίκας δὲ Παλλὰς τῶνδʼ ἐποπτεύσει θεά.
Χορός
225τὸν ἄνδρʼ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.
Ἀπόλλων
226σὺ δʼ οὖν δίωκε καὶ πόνον πλείω τίθου.
Χορός
227τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ.
Ἀπόλλων
228οὐδʼ ἂν δεχοίμην ὥστʼ ἔχειν τιμὰς σέθεν.
Χορός
229μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ.
230ἐγὼ δʼ, ἄγει γὰρ αἷμα μητρῷον, δίκας
231μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.
Ἀπόλλων
232ἐγὼ δʼ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι·
233δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει
234τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφʼ ἑκών.
Ὀρέστης
235ἄνασσʼ Ἀθάνα, Λοξίου κελεύμασιν
236ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
237οὐ προστρόπαιον οὐδʼ ἀφοίβαντον χέρα,
238ἀλλʼ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς
239ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
240ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,
241σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,
242πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
243αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.
Χορός
244εἶεν· τόδʼ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.
245ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.
246τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν
247πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
248πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ
249σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
250ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν
251ἦλθον διώκουσʼ, οὐδὲν ὑστέρα νεώς.
252καὶ νῦν ὅδʼ ἐνθάδʼ ἐστί που καταπτακών.
253ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.
Χορός
254ὅρα ὅρα μάλʼ αὖ,
255λεύσσετε πάντα, μὴ
256λάθῃ φύγδα βὰς
257ὁ ματροφόνος ἀτίτας.
258ὁ δʼ αὖτέ γʼ οὖν ἀλκὰν ἔχων
259περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
260ὑπόδικος θέλει γενέσθαι χρεῶν.
261τὸ δʼ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ
262δυσαγκόμιστον, παπαῖ,
263τὸ διερὸν πέδοι χύμενον οἴχεται.
264ἀλλʼ ἀντιδοῦναι δεῖ σʼ ἀπὸ ζῶντος ῥοφεῖν
265ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ
266φεροίμαν βοσκὰν πώματος δυσπότου·
267καὶ ζῶντά σʼ ἰσχνάνασʼ ἀπάξομαι κάτω,
268ἀντίποινʼ ὡς τίνῃς ματροφόνου δύας.
269ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν
270ἢ θεὸν ἢ ξένον
271τινʼ ἀσεβῶν ἢ τοκέας φίλους,
272ἔχονθʼ ἕκαστον τῆς δίκης ἐπάξια.
273μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν
274ἔνερθε χθονός,
275δελτογράφῳ δὲ πάντʼ ἐπωπᾷ φρενί.
Ὀρέστης
276ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
277πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
278σιγᾶν θʼ ὁμοίως· ἐν δὲ τῷδε πράγματι
279φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου.
280βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,
281μητροκτόνον μίασμα δʼ ἔκπλυτον πέλει·
282ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
283Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
284πολὺς δέ μοι γένοιτʼ ἂν ἐξ ἀρχῆς λόγος,
285ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.
286χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.
287καὶ νῦν ἀφʼ ἁγνοῦ στόματος εὐφήμως καλῶ
288χώρας ἄνασσαν τῆσδʼ Ἀθηναίαν ἐμοὶ
289μολεῖν ἀρωγόν· κτήσεται δʼ ἄνευ δορὸς
290αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν
291πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
292ἀλλʼ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,
293Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,
294τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,
295φίλοις ἀρήγουσʼ, εἴτε Φλεγραίαν πλάκα
296θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,
297ἔλθοι—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός—
298ὅπως γένοιτο τῶνδʼ ἐμοὶ λυτήριος.