The Greek Library Author

Aeschylus

Εὐμενίδες

Episode 7

Title variantsΕὐμενίδες · Eumenides · Euménides

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1926
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 7

Ἀθηνᾶ

566κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,

567ἥ τʼ οὖν διάτορος Τυρσηνικὴ

568σάλπιγξ, βροτείου πνεύματος πληρουμένη,

569ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.

570πληρουμένου γὰρ τοῦδε βουλευτηρίου

571σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς

572πόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον

573καὶ τούσδʼ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη.

Χορός

574ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.

575τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.

Ἀπόλλων

576καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳ

577ἱκέτης ὅδʼ ἁνὴρ καὶ δόμων ἐφέστιος

578ἐμῶν, φόνου δὲ τοῦδʼ ἐγὼ καθάρσιος—

579καὶ ξυνδικήσων αὐτός· αἰτίαν δʼ ἔχω

580τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δʼ εἴσαγε

581ὅπως τʼ ἐπίστᾳ τήνδε κύρωσον δίκην.

Ἀθηνᾶ

582ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην·

583ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων

584γένοιτʼ ἂν ὀρθῶς πράγματος διδάσκαλος.

Χορός

585πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.

586ἔπος δʼ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς

587τὴν μητέρʼ εἰπὲ πρῶτον εἰ κατέκτονας.

Ὀρέστης

588ἔκτεινα· τούτου δʼ οὔτις ἄρνησις πέλει.

Χορός

589ἓν μὲν τόδʼ ἤδη τῶν τριῶν παλαισμάτων.

Ὀρέστης

590οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.

Χορός

591εἰπεῖν γε μέντοι δεῖ σʼ ὅπως κατέκτανες.

Ὀρέστης

592λέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.

Χορός

593πρὸς τοῦ δʼ ἐπείσθης καὶ τίνος βουλεύμασιν;

Ὀρέστης

594τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι.

Χορός

595ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;

Ὀρέστης

596καὶ δεῦρό γʼ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.

Χορός

597ἀλλʼ εἴ σε μάρψει ψῆφος, ἄλλʼ ἐρεῖς τάχα.

Ὀρέστης

598πέποιθʼ. ἀρωγὰς δʼ ἐκ τάφου πέμψει πατήρ.

Χορός

599νεκροῖσί νυν πέπισθι μητέρα κτανών.

Ὀρέστης

600δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν.

Χορός

601πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.

Ὀρέστης

602ἀνδροκτονοῦσα πατέρʼ ἐμὸν κατέκτανεν.

Χορός

603τοιγὰρ σὺ μὲν ζῇς, ἡ δʼ ἐλευθέρα φόνῳ.

Ὀρέστης

604τί δʼ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;

Χορός

605οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.

Ὀρέστης

606ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;

Χορός

607πῶς γάρ σʼ ἔθρεψʼ ἂν ἐντός, ὦ μιαιφόνε,

608ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον;

Ὀρέστης

609ἤδη σὺ μαρτύρησον· ἐξηγοῦ δέ μοι,

610Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.

611δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα.

612ἀλλʼ εἰ δίκαιον εἴτε μὴ τῇ σῇ φρενὶ

613δοκεῖ τόδʼ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.

Ἀπόλλων

614λέξω πρὸς ὑμᾶς τόνδʼ Ἀθηναίας μέγαν

615θεσμὸν δικαίως,—μάντις ὢν δʼ οὐ ψεύσομαι.

616οὐπώποτʼ εἶπον μαντικοῖσιν ἐν θρόνοις,

617οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,

618ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.

619τὸ μὲν δίκαιον τοῦθʼ ὅσον σθένει μαθεῖν,

620βουλῇ πιφαύσκω δʼ ὔμμʼ ἐπισπέσθαι πατρός·

621ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.

Χορός

622Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,

623φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον

624πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;

Ἀπόλλων

625οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν

626διοσδότοις σκήπτροισι τιμαλφούμενον,

627καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις

628τόξοις ἑκηβόλοισιν, ὥστʼ Ἀμαζόνος,

629ἀλλʼ ὡς ἀκούσῃ, Παλλὰς οἵ τʼ ἐφήμενοι

630ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.

631ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα

632τὰ πλεῖστʼ ἄμεινον εὔφροσιν δεδεγμένη,

633δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι

634φᾶρος περεσκήνωσεν, ἐν δʼ ἀτέρμονι

635κόπτει πεδήσασʼ ἄνδρα δαιδάλῳ πέπλῳ.

636ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος

637τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.

638ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,

639ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.

Χορός

640πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ·

641αὐτὸς δʼ ἔδησε πατέρα πρεσβύτην Κρόνον.

642πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;

643ὑμᾶς δʼ ἀκούειν ταῦτʼ ἐγὼ μαρτύρομαι.

Ἀπόλλων

644ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,

645πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδʼ ἄκος

646καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος·

647ἀνδρὸς δʼ ἐπειδὰν αἷμʼ ἀνασπάσῃ κόνις

648ἅπαξ θανόντος, οὔτις ἔστʼ ἀνάστασις.

649τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ

650οὑμός, τὰ δʼ ἄλλα πάντʼ ἄνω τε καὶ κάτω

651στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.

Χορός

652πῶς γὰρ τὸ φεύγειν τοῦδʼ ὑπερδικεῖς ὅρα·

653τὸ μητρὸς αἷμʼ ὅμαιμον ἐκχέας πέδοι

654ἔπειτʼ ἐν Ἄργει δώματʼ οἰκήσει πατρός;

655ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;

656ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;

Ἀπόλλων

657καὶ τοῦτο λέξω, καὶ μάθʼ ὡς ὀρθῶς ἐρῶ.

658οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου

659τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.

660τίκτει δʼ ὁ θρῴσκων, ἡ δʼ ἅπερ ξένῳ ξένη

661ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.

662τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου.

663πατὴρ μὲν ἂν γένοιτʼ ἄνευ μητρός· πέλας

664μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,

665οὐδʼ ἐν σκότοισι νηδύος τεθραμμένη,

666ἀλλʼ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.

667ἐγὼ δέ, Παλλάς, τἄλλα θʼ ὡς ἐπίσταμαι,

668τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,

669καὶ τόνδʼ ἔπεμψα σῶν δόμων ἐφέστιον,

670ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου

671καὶ τόνδʼ ἐπικτήσαιο σύμμαχον, θεά,

672καὶ τοὺς ἔπειτα, καὶ τάδʼ αἰανῶς μένοι

673στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.

Ἀθηνᾶ

674ἤδη κελεύω τούσδʼ ἀπὸ γνώμης φέρειν

675ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;

Χορός

676ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.

677μένω δʼ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.

Ἀθηνᾶ

678τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσʼ, ἄμομφος ὦ;

Ἀπόλλων

679ἠκούσαθʼ ὧν ἠκούσατʼ, ἐν δὲ καρδίᾳ

680ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.

Ἀθηνᾶ

681κλύοιτʼ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,

682πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.

683ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ

684αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.

685πάγον δʼ Ἄρειον τόνδʼ, Ἀμαζόνων ἕδραν

686σκηνάς θʼ, ὅτʼ ἦλθον Θησέως κατὰ φθόνον

687στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν

688τήνδʼ ὑψίπυργον ἀντεπύργωσαν τότε,

689Ἄρει δʼ ἔθυον, ἔνθεν ἔστʼ ἐπώνυμος

690πέτρα, πάγος τʼ Ἄρειος· ἐν δὲ τῷ σέβας

691ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν

692σχήσει τό τʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ὁμῶς,

693αὐτῶν πολιτῶν μὴ ʼπιχραινόντων νόμους

694κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δʼ ὕδωρ

695λαμπρὸν μιαίνων οὔποθʼ εὑρήσεις ποτόν.

696τὸ μήτʼ ἄναρχον μήτε δεσποτούμενον

697ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,

698καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.

699τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;

700τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας

701ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον

702ἔχοιτʼ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,

703οὔτʼ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.

704κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,

705αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ

706ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.

707ταύτην μὲν ἐξέτεινʼ ἐμοῖς παραίνεσιν

708ἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ

709καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην

710αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.

Χορός

711καὶ μὴν βαρεῖαν τήνδʼ ὁμιλίαν χθονὸς

712ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.

Ἀπόλλων

713κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς

714ταρβεῖν κελεύω μηδʼ ἀκαρπώτους κτίσαι.

Χορός

715ἀλλʼ αἱματηρὰ πράγματʼ οὐ λαχὼν σέβεις,

716μαντεῖα δʼ οὐκέθʼ ἁγνὰ μαντεύσῃ νέμων.

Ἀπόλλων

717ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων

718πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;

Χορός

719λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης

720βαρεῖα χώρᾳ τῇδʼ ὁμιλήσω πάλιν.

Ἀπόλλων

721ἀλλʼ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις

722θεοῖς ἄτιμος εἶ σύ· νικήσω δʼ ἐγώ.

Χορός

723τοιαῦτʼ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·

724Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.

Ἀπόλλων

725οὔκουν δίκαιον τὸν σέβοντʼ εὐεργετεῖν,

726ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;

Χορός

727σύ τοι παλαιὰς διανομὰς καταφθίσας

728οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.

Ἀπόλλων

729σύ τοι τάχʼ οὐκ ἔχουσα τῆς δίκης τέλος

730ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.

Χορός

731ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,

732δίκης γενέσθαι τῆσδʼ ἐπήκοος μένω,

733ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.

Ἀθηνᾶ

734ἐμὸν τόδʼ ἔργον, λοισθίαν κρῖναι δίκην.

735ψῆφον δʼ Ὀρέστῃ τήνδʼ ἐγὼ προσθήσομαι.

736μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μʼ ἐγείνατο,

737τὸ δʼ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,

738ἅπαντι θυμῷ, κάρτα δʼ εἰμὶ τοῦ πατρός.

739οὕτω γυναικὸς οὐ προτιμήσω μόρον

740ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.

741νικᾷ δʼ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.

742ἐκβάλλεθʼ ὡς τάχιστα τευχέων πάλους,

743ὅσοις δικαστῶν τοῦτʼ ἐπέσταλται τέλος.

Ὀρέστης

744ὦ Φοῖβʼ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;

Χορός

745ὦ Νὺξ μέλαινα μῆτερ, ἆρʼ ὁρᾷς τάδε;

Ὀρέστης

746νῦν ἀγχόνης μοι τέρματʼ, ἢ φάος βλέπειν.

Χορός

747ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.

Ἀπόλλων

748πεμπάζετʼ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,

749τὸ μὴ ʼδικεῖν σέβοντες ἐν διαιρέσει.

750γνώμης δʼ ἀπούσης πῆμα γίγνεται μέγα,

751βαλοῦσά τʼ οἶκον ψῆφος ὤρθωσεν μία.

Ἀθηνᾶ

752ἀνὴρ ὅδʼ ἐκπέφευγεν αἵματος δίκην·

753ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.

Ὀρέστης

754ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους.

755γαίας πατρῴας ἐστερημένον σύ τοι

756κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ,

757Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν

758οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου

759ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου

760σωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρον

761σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.

762ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ

763τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον

764ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,

765μήτοι τινʼ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς

766ἐλθόντʼ ἐποίσειν εὖ κεκασμένον δόρυ.

767αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε

768τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα

769ἀμηχάνοισι πράξομεν δυσπραξίαις,

770ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους

771τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος·

772ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος

773τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,

774αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.

775καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς·

776πάλαισμʼ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,

777σωτήριόν τε καὶ δορὸς νικηφόρον.