Εὐμενίδες
Choral 2
Title variantsΕὐμενίδες · Eumenides · Euménides
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1926
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg007.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 2
Strophe 1
Χορός
143ἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι,—
144ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,—
145ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,
146ἄφερτον κακόν·
147ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θʼ ὁ θήρ.—
148ὕπνῳ κρατηθεῖσʼ ἄγραν ὤλεσα.
Antistrophe 1
Χορός
149ἰὼ παῖ Διός, ἐπίκλοπος πέλῃ,—
150νέος δὲ γραίας δαίμονας καθιππάσω,—
151τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ
152τοκεῦσιν πικρόν·
153τὸν μητραλοίαν δʼ ἐξέκλεψας ὢν θεός.—
154τί τῶνδʼ ἐρεῖ τις δικαίως ἔχειν;
Strophe 2
Χορός
155ἐμοὶ δʼ ὄνειδος ἐξ ὀνειράτων μολὸν
156ἔτυψεν δίκαν διφρηλάτου
157μεσολαβεῖ κέντρῳ
158ὑπὸ φρένας, ὑπὸ λοβόν.—
160πάρεστι μαστίκτορος δαΐου δαμίου
161βαρὺ τὸ περίβαρυ κρύος ἔχειν.
Antistrophe 2
Χορός
162τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί,
163κρατοῦντες τὸ πᾶν δίκας πλέον
164φονολιβῆ θρόνον
165περὶ πόδα, περὶ κάρα.—
166πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων
167βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.
Strophe 3
Χορός
169ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι
170μυχὸν ἐχράνατʼ αὐτόσσυτος, αὐτόκλητος,
171παρὰ νόμον θεῶν βρότεα μὲν τίων,
172παλαιγενεῖς δὲ μοίρας φθίσας.
Antistrophe 3
Χορός
174κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται,
175ὑπό τε γᾶν φυγὼν οὔ ποτʼ ἐλευθεροῦται.
176ποτιτρόπαιος ὢν δʼ ἕτερον ἐν κάρᾳ
177μιάστορʼ ἐκ γένους πάσεται.