The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 11

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 11

Κλυταιμήστρα

1035εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω,

1036ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις

1037κοινωνὸν εἶναι χερνίβων, πολλῶν μετὰ

1038δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας:

1039ἔκβαιν᾽ ἀπήνης τῆσδε, μηδ᾽ ὑπερφρόνει.

1040καὶ παῖδα γάρ τοι φασὶν Ἀλκμήνης ποτὲ

1041πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν. δουλίας μάζης τυχεῖν Enger: δουλείας μάζης βία Fl: καὶ ζυγῶν θιγεῖν βίᾳ Fa

1042εἰ δ᾽ οὖν ἀνάγκη τῆσδ᾽ ἐπιρρέποι ἐπιρρέπει Fa τύχης,

1043ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.

1044οἳ δ᾽ οὔποτ᾽ ἐλπίσαντες ἤμησαν καλῶς,

1045ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.

1046ἕξεις ἕξεις Auratus: ἔχεις codd. παρ᾽ ἡμῶν οἷάπερ νομίζεται.

Χορός

1047σοί τοι λέγουσα παύεται σαφῆ λόγον.

1048ἐντός δ᾽ ἁλοῦσα ἁλοῦσα C. G. Haupt: ἂν οὖσα codd. μορσίμων ἀγρευμάτων

1049πείθοι᾽ ἄν, εἰ πείθοι᾽: ἀπειθοίης δ᾽ ἴσως.

Κλυταιμήστρα

1050ἀλλ᾽ εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην

1051ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,

1052ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.

Χορός

1053ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.

1054πιθοῦ πείθου codd. λιποῦσα τόνδ᾽ ἁμαξήρη θρόνον.

Κλυταιμήστρα

1055οὔτοι θυραίᾳ θυραίᾳ Casaubon: θυραίαν codd. τῇδ᾽ τῇδ᾽ Musgrave: τήνδ᾽ codd. ἐμοὶ σχολὴ πάρα

1056τρίβειν: τὰ μὲν γὰρ ἑστίας μεσομφάλου

1057ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πυρός,

1058ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν.

1059σὺ δ᾽ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.

1060εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχει λόγον,

1061σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.

Χορός

1062ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ

1063δεῖσθαι: τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.

Κλυταιμήστρα

1064ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,

1065ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον

1066ἥκει, χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν,

1067πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.

1068οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι.testatur M

Χορός

1069ἐγὼ δ᾽, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.

1070ἴθ᾽, ὦ τάλαινα, τόνδ᾽ ἐρημώσασ᾽ ὄχον,

1071εἴκουσ᾽ εἴκουσ᾽ Robortello: ἑκοῦσ᾽ codd. ἀνάγκῃ τῇδε καίνισον ζυγόν.