The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 3

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 3

Φύλαξ

1θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων,

2φρουρᾶς ἐτείας μῆκος, ἣν ἣν Fl V Fa: δ᾽ ἦν M κοιμώμενος

3στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,

4ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,

5καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς

6λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι

7[ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν].seclusit Pauw

8καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον,

9αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν

10ἁλώσιμόν τε βάξιν: ὧδε γὰρ κρατεῖ

11γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.

12εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω

13εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην

14ἐμήν: ἐμήν suspectum: τί μήν: Hermann, sed vide 1231–2 φόβος γὰρ ἀνθ᾽ ὕπνου ἀνθ᾽ ὕπνου] ἀντίνους Wecklein παραστατεῖ,

15τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ:

16ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,

17ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος,

18κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένων

19οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου.fort. δεσποτουμένου Dübner

20νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνων

21εὐαγγέλου φανέντος ὀρφναίου πυρός.

22ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον

23φάος πιφαύσκων καὶ χορῶν κατάστασιν

24πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.

25ἰοὺ ἰού.

26Ἀγαμέμνονος γυναικὶ σημαίνω σημαίνω M: σημανῶ recc. τορῶς

27εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις

28ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι

29ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις

30ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων ἀγγέλλων V Fa: ἀγγέλων M πρέπει:

31αὐτός τ᾽ ἔγωγε φροίμιον χορεύσομαι.

32τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι

33τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.

34γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα

35ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.

36τὰ δ᾽ ἄλλα σιγῶ: βοῦς ἐπὶ γλώσσῃ μέγας

37βέβηκεν: οἶκος δ᾽ αὐτός, εἰ φθογγὴν λάβοι,

38σαφέστατ᾽ ἂν λέξειεν: ὡς ἑκὼν ἐγὼ

39μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.

Anapests 1

Χορός

40δέκατον μὲν ἔτος τόδ᾽ ἐπεὶ Πριάμου Πριάμου V Fl Fa: Πριάμῳ M

41μέγας ἀντίδικος,

42Μενέλαος ἄναξ ἠδ᾽ Ἀγαμέμνων,

43διθρόνου Διόθεν καὶ δισκήπτρου

44τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν

45στόλον Ἀργείων χιλιοναύτην

46τῆσδ᾽ ἀπὸ χώρας

47ἦραν, στρατιῶτιν ἀρωγὴν,

48μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη

49τρόπον αἰγυπιῶν, οἵτ᾽ ἐκπατίοιςfort. ἐκπάγλοις Blomfield

50ἄλγεσι παίδων ὕπατοι λεχέων

51στροφοδινοῦνται

52πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,

53δεμνιοτήρη

54πόνον ὀρταλίχων ὀλέσαντες:

55ὕπατος δ᾽ ἀίων ἤ τις Ἀπόλλων

56ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον

57γόον ὀξυβόαν τῶνδε μετοίκων

58ὑστερόποινον

59πέμπει παραβᾶσιν Ἐρινύν.

60οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσων

61ἐπ᾽ Ἀλεξάνδρῳ πέμπει ξένιος

62Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς

63πολλὰ παλαίσματα καὶ γυιοβαρῆ

64γόνατος κονίαισιν ἐρειδομένου

65διακναιομένης τ᾽ ἐν προτελείοις

66κάμακος θήσων Δαναοῖσι

67Τρωσί θ᾽ ὁμοίως. ἔστι δ᾽ ὅπη νῦν

68ἔστι: τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον:

69οὔθ᾽ ὑποκαίων οὔθ᾽ ὑπολείβων ὑποκαίων Casaubon: ὑποκλαίων codd.

70οὔτε δακρύων ἀπύρων ἱερῶν

71ὀργὰς ἀτενεῖς παραθέλξει.

72ἡμεῖς δ᾽ ἀτίται σαρκὶ παλαιᾷ

73τῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντες

74μίμνομεν ἰσχὺν

75ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.

76ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων

77ἐντὸς ἀνᾴσσων ἀνᾴσσων Hermann: ἀνάσσων codd.

78ἰσόπρεσβυς, Ἄρης δ᾽ οὐκ ἔνι χώρᾳ,

79τό θ᾽ ὑπέργηρων τό θ̓ ὑπέργηρων Fa: τίθιπεργήρως M: τόθιπεργήρως B Fl φυλλάδος ἤδη

80κατακαρφομένης τρίποδας μὲν ὁδοὺς

81στείχει, παιδὸς δ᾽ οὐδὲν ἀρείων

82ὄναρ ἡμερόφαντον ἀλαίνει.

83σὺ δέ, Τυνδάρεω

84θύγατερ, βασίλεια Κλυταιμήστρα,

85τί χρέος; τί νέον; τί δ᾽ ἐπαισθομένη,

86τίνος ἀγγελίας

87πευθοῖ πευθοῖ Scaliger: πειθοῖ M: πυθοῖ Fl περίπεμπτα θυοσκεῖς; θυοσκεῖς Turnebus: θυοσκινεῖς codd.

88πάντων δὲ θεῶν τῶν ἀστυνόμων,

89ὑπάτων, χθονίων,

90τῶν τ᾽ οὐρανίων τῶν τ᾽ ἀγοραίων,

91βωμοὶ δώροισι φλέγονται:

92ἄλλη δ᾽ ἄλλοθεν οὐρανομήκης

93λαμπὰς ἀνίσχει,

94φαρμασσομένη χρίματος ἁγνοῦ

95μαλακαῖς ἀδόλοισι παρηγορίαις,

96πελάνῳ μυχόθεν βασιλείῳ.

97τούτων λέξασ᾽ ὅ τι καὶ δυνατὸν

98καὶ θέμις αἰνεῖν,

99παιών τε γενοῦ τῆσδε μερίμνης,

100ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,

101τοτὲ δ᾽ ἐκ θυσιῶν ἀγανὴ φαίνουσ᾽ φαίνουσ᾽ Fl Fa: φαίνεις M: fort. φανθεῖσ᾽ Pauw

102ἐλπὶς ἀμύνει φροντίδ᾽ ἄπληστον

103τῆς θυμοβόρου φρένα λύπης. τῆς θυμοβόρου φρένα λύπης Hermann: τὴν θυμοφθόρον λύπης φρένα M: τὴν θυμοβόρον λ. φ. Fl: fort. λύπης, θυμοφθόρον ἄτην H. L. Ahrens