The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 9

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 9

Anapests 1

Χορός

782ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθ᾽, πτολίπορθ᾽ Blomfield: πολίπορθ᾽ codd.

783Ἀτρέως γένεθλον,

785πῶς σε προσείπω; πῶς σε σεβίζω

786μήθ᾽ ὑπεράρας μήθ᾽ ὑποκάμψας

787καιρὸν χάριτος;

788πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι

789προτίουσι δίκην παραβάντες.

790τῷ δυσπραγουντι δ᾽ ἐπιστενάχειν

791πᾶς τις ἕτοιμος: δῆγμα δῆγμα Stobaeus 112. 12, Fa: δεῖγμα Fl δὲ λύπης

792οὐδὲν ἐφ᾽ ἧπαρ προσικνεῖται:

793καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς

794ἀγέλαστα πρόσωπα βιαζόμενοι.

795ὅστις δ᾽ ἀγαθὸς προβατογνώμων,

796οὐκ ἔστι λαθεῖν ὄμματα φωτός,

797τὰ δοκοῦντ᾽ εὔφρονος ἐκ διανοίας

798ὑδαρεῖ σαίνειν φιλότητι.

799σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν

800Ἑλένης ἕνεκ᾽, οὐ γάρ <σ᾽> σ᾽ add. Musgrave ἐπικεύσω,

801κάρτ᾽ ἀπομούσως ἦσθα γεγραμμένος,

802οὐδ᾽ εὖ πραπίδων οἴακα νέμων

803†θράσος ἑκούσιον†corruta codd. lectio: θράσος ἐκ θυσιῶν H. L. Ahrens: θάρσος ἑτώσιον Wecklein

804ἀνδράσι θνῄσκουσι κομίζων.

805νῦν δ᾽ οὐκ ἀπ᾽ ἄκρας φρενὸς οὐδ᾽ ἀφίλως

806εὔφρων πόλις πόλις M. Schmidt: πόνος codd.: πνόος Weil εὖ τελέσασιν.

807γνώσει δὲ χρόνῳ διαπευθόμενος

808τόν τε δικαίως καὶ τὸν ἀκαίρως

809πόλιν οἰκουροῦντα πολιτῶν.

Ἀγαμέμνων

810πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους

811δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους

812νόστου δικαίων θ᾽ ὧν ἐπραξάμην πόλιν

813Πριάμου: δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ

814κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς φθορᾶς Dobree

815εἰς αἱματηρὸν τεῦχος οὐ διχορρόπως

816ψήφους ἔθεντο: τῷ δ᾽ ἐναντίῳ κύτει

817ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.

818καπνῷ δ᾽ ἁλοῦσα νῦν ἔτ᾽ εὔσημος πόλις.

819ἄτης θύελλαι ζῶσι: συνθνῄσκουσα δὲ

820σποδὸς προπέμπει πίονας πλούτου πνοάς.

821τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν

822τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους

823ἐφραξάμεσθα ἐφραξάμεσθα Francken: ἐπραξάμεσθα codd. καὶ γυναικὸς οὕνεκα

824πόλιν διημάθυνεν Ἀργεῖον δάκος,

825ἵππου νεοσσός, ἀσπιδοστρόφος λεώς,

826πήδημ᾽ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν:

827ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων

828ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.

829θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε:

830τὰ δ᾽ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων,

831καὶ φημὶ ταὐτὰ ταὐτὰ Auratus: ταῦτα codd. καὶ συνήγορόν μ᾽ ἔχεις.

832παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,

833φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνου σέβειν.

834δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος

835ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον,

836τοῖς τ᾽ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται

837καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.

838εἰδὼς λέγοιμ᾽ ἄν, εὖ γὰρ ἐξεπίσταμαι,

839ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς,

840δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.

841μόνος δ᾽ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,

842ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος:

843εἴτ᾽ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι

844λέγω. τὰ δ᾽ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς

845κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει

846βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον

847ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον:

848ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,

849ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως

850πειρασόμεσθα πῆμ᾽ ἀποστρέψαι νόσου. πῆμ᾽ ἀποστρέψαι νόσου Porson: πήματος τρέψαι νόσον codd.

851νῦν δ᾽ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους

852ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,

853οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.

854νίκη δ᾽ ἐπείπερ ἕσπετ᾽, ἐμπέδως μένοι.

Κλυταιμήστρα

855ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε,

856οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους

857λέξαι πρὸς ὑμᾶς: ἐν χρόνῳ δ᾽ ἀποφθίνει

858τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα

859μαθοῦσ᾽, ἐμαυτῆς δύσφορον λέξω βίον

860τοσόνδ᾽ ὅσον περ οὗτος ἦν ὑπ᾽ Ἰλίῳ.

861τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα

862ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,

863πολλὰς κλύουσαν κληδόνας κληδόνας Auratus: ἡδονὰς codd. παλιγκότους:

864καὶ τὸν μὲν ἥκειν, τὸν δ᾽ ἐπεσφέρειν κακοῦ

865κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις.

866καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν

867ἁνὴρ ἀνὴρ Hermann: ἁνὴρ codd. ὅδ᾽, ὡς πρὸς οἶκον ὠχετεύετο

868φάτις, τέτρηται τέτρηται H. L. Ahrens: τέτρωται codd. δικτύου πλέον πλέον Dindorf: πλέω codd. λέγειν.

869εἰ δ᾽ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,

870τρισώματός τἂν τἂν Wellauer: τ᾽ ἂν codd. Γηρυὼν ὁ δεύτερος

871[πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,]seclusit schütz

872χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν, λαβεῖν Paley: λαβών codd.

873ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι.

874τοιῶνδ᾽ ἕκατι κληδόνων παλιγκότων

875πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης

876ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης. ἀνημμένης Wecklein

877ἐκ τῶνδέ τοι παῖς ἐνθάδ᾽ οὐ παραστατεῖ,

878ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων, πιστωμάτων Sanheim: πιστευμάτων codd.

879ὡς χρῆν, Ὀρέστης: μηδὲ θαυμάσῃς τόδε.

880τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος

881Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα

882ἐμοὶ προφωνῶν, τόν θ᾽ ὑπ᾽ Ἰλίῳ σέθεν

883κίνδυνον, εἴ τε δημόθρους ἀναρχία

884βουλὴν καταρρίψειεν, καταρράψειεν Scaliger ὥστε σύγγονον

885βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.

886τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.

887ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι

888πηγαὶ κατεσβήκασιν, οὐδ᾽ ἔνι σταγών.

889ἐν ὀψικοίτοις δ᾽ ὄμμασιν βλάβας ἔχω

890τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας

891ἀτημελήτους αἰέν. ἐν δ᾽ ὀνείρασιν

892λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην

893ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη

894ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.

895νῦν ταῦτα πάντα τλᾶσ᾽ ἀπενθήτῳ φρενὶ

896λέγοιμ᾽ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,

897σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης

898στῦλον στῦλον Fa: στόλον Fl ποδήρη, μονογενὲς τέκνον πατρί,

899καὶ γῆν φανεῖσαν ναυτίλοις παρ᾽ ἐλπίδα,

900κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,

901ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος.

902τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.

903τοιοῖσδέ τοί νιν τοί νιν Schütz: τοίνυν codd. ἀξιῶ προσφθέγμασιν.

904φθόνος δ᾽ ἀπέστω: πολλὰ γὰρ τὰ πρὶν κακὰ

905ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα,

906ἔκβαιν᾽ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς

907τὸν σὸν πόδ᾽, ὦναξ, Ἰλίου πορθήτορα.

908δμῳαί, τί μέλλεθ᾽, αἷς ἐπέσταλται τέλος

909πέδον κελεύθου στρωννύναι πετάσμασιν;

910εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος

911ἐς δῶμ᾽ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.

912τὰ δ᾽ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη

913θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.

Ἀγαμέμνων

914Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,

915ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ:

916μακρὰν γὰρ ἐξέτεινας: ἀλλ᾽ ἐναισίμως

917αἰνεῖν, παρ᾽ ἄλλων χρὴ τόδ᾽ ἔρχεσθαι γέρας:

918καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ

919ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην

920χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,

921μηδ᾽ εἵμασι στρώσασ᾽ ἐπίφθονον πόρον

922τίθει: θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών:

923ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν

924βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.

925λέγω κατ᾽ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.

926χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων

927κληδὼν ἀυτεῖ: καὶ τὸ μὴ κακῶς φρονεῖν

928θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ

929βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ.

930εἰ πάντα δ᾽ ὣς πράσσοιμ᾽ πράσσοιμεν Dindorf ἄν, εὐθαρσὴς ἐγώ.

Κλυταιμήστρα

931καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.

Ἀγαμέμνων

932γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ.

Κλυταιμήστρα

933ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρδειν τάδε;

Ἀγαμέμνων

934εἴπερ τις, εἰδώς γ᾽ εὖ τόδ᾽ ἐξεῖπον τέλος.

Κλυταιμήστρα

935τί δ᾽ ἂν δοκεῖ δοκεῖ Stanley: δοκῇ codd. σοι Πρίαμος, εἰ τάδ᾽ ἤνυσεν;

Ἀγαμέμνων

936ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ. δοκῇ Fl

Κλυταιμήστρα

937μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς αἰδεσθεὶς Fl ψόγον.

Ἀγαμέμνων

938φήμη γε μέντοι δημόθρους μέγα σθένει.

Κλυταιμήστρα

939ὁ δ᾽ ἀφθόνητός γ᾽ οὐκ ἐπίζηλος πέλει.

Ἀγαμέμνων

940οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.

Κλυταιμήστρα

941τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.

Ἀγαμέμνων

942ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;

Κλυταιμήστρα

943πιθοῦ: κράτος μέντοι πάρες γ᾽ πάρες γ᾽] fort. παρείς γ᾽ Karsten ἑκὼν ἐμοί.

Ἀγαμέμνων

944ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ᾽, ὑπαί τις ἀρβύλας

945λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.

946καὶ τοῖσδέ μ᾽ ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶν

947μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.

948πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν δωματοφθορεῖν Schütz: σωματοφθορεῖν codd. ποσὶν

949φθείροντα πλοῦτον ἀργυρωνήτους θ᾽ ὑφάς.

950τούτων τούτων] τοὐμὸν Emer μὲν οὕτω: τὴν ξένην δὲ πρευμενῶς

951τήνδ᾽ ἐσκόμιζε: τὸν κρατοῦντα μαλθακῶς

952θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.

953ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.

954αὕτη αὕτη Auratus: αὐτὴ codd. δὲ πολλῶν χρημάτων ἐξαίρετον

955ἄνθος, στρατοῦ δώρημ᾽, ἐμοὶ ξυνέσπετο.

956ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε,

957εἶμ᾽ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.

Κλυταιμήστρα

958ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;

959τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον ἰσάργυρον Salmasius: εἰς ἄργυρον codd.

960κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.

961οἶκος δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς, ἄναξ, ἄναξ] fort. ἅλις Karsten

962ἔχειν: πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος.

963πολλῶν πατησμὸν δ᾽ εἱμάτων δ᾽ εἱμάτων Canter: δειμάτων codd. ἂν ηὐξάμην,

964δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,

965ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ. μηχανωμένῃ Abresch: μηχανωμένης codd.

966ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ᾽ ἐς δόμους,

967σκιὰν ὑπερτείνασα σειρίου κυνός.

968καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,

969θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν: μολόν Voss: μολών codd.

970ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ᾽ ἀπ᾽ Auratus: τἀπ᾽ Fl: τ᾽ ἀπ᾽ Fa ὄμφακος πικρᾶς

971οἶνον, τότ᾽ ἤδη ψῦχος ἐν δόμοις πέλει,

972ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου.

973Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει:

974μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλλῃς τελεῖν.