The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Episode 13

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 13

Κασάνδρα

1178καὶ μὴν ὁ χρησμὸς οὐκέτ᾽ ἐκ καλυμμάτων

1179ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην:

1180λαμπρὸς δ᾽ ἔοικεν ἡλίου πρὸς ἀντολὰς

1181πνέων ἐσᾴξειν, ἐσᾴξειν Bothe: ἐς ἥξειν codd. ὥστε κύματος δίκην

1182κλύζειν κλύζειν Auratus: κλύειν codd. πρὸς αὐγὰς τοῦδε πήματος πολὺ

1183μεῖζον: φρενώσω δ᾽ οὐκέτ᾽ ἐξ αἰνιγμάτων.

1184καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν

1185ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.

1186τὴν γὰρ στέγην τήνδ᾽ οὔποτ᾽ ἐκλείπει χορὸς

1187σύμφθογγος οὐκ εὔφωνος: οὐ γὰρ εὖ λέγει.

1188καὶ μὴν πεπωκώς γ᾽, ὡς θρασύνεσθαι πλέον,

1189βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,

1190δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.

1191ὑμνοῦσι δ᾽ ὕμνον δώμασιν προσήμεναι

1192πρώταρχον πρώταρχον Fa: πρώταρχος Fl V ἄτην: ἐν μέρει δ᾽ ἀπέπτυσαν

1193εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.

1194ἥμαρτον, ἢ θηρῶ θηρῶ Canter: τηρῶ codd.: κυρῶ H. L. Ahrens τι τοξότης τις ὥς;

1195ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;

1196ἐκμαρτύρησον προυμόσας τό μ᾽ εἰδέναι

1197λόγῳ παλαιὰς τῶνδ᾽ ἁμαρτίας δόμων.

Χορός

1198καὶ πῶς ἂν ὅρκος, πῆγμα πῆγμα Auratus: πῆμα codd. γενναίως παγέν,

1199παιώνιος παιώνιος Fa: παιώνιον Fl V γένοιτο; θαυμάζω δέ σεfort. ὅρκου πῆγμα ... παιώνιον Auratus σε Auratus: σου codd.

1200πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν

1201κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.

Κασάνδρα

1202μάντις μ᾽ Ἀπόλλων τῷδ᾽ ἐπέστησεν τέλει.

Χορός

1203μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;in codd. post 1204: correxit Hermann

Κασάνδρα

1204προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.

Χορός

1205ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.

Κασάνδρα

1206ἀλλ᾽ ἦν παλαιστὴς κάρτ᾽ ἐμοὶ πνέων χάριν.

Χορός

1207ἦ καὶ τέκνων εἰς ἔργον ἠλθέτην ἠλθέτην Elmsley: ἤλθετον codd. νόμῳ;

Κασάνδρα

1208ξυναινέσασα Λοξίαν ἐψευσάμην.

Χορός

1209ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;

Κασάνδρα

1210ἤδη πολίταις πάντ᾽ ἐθέσπιζον πάθη.

Χορός

1211πῶς δῆτ᾽ ἄνατος ἄνατος Canter: ἄνακτος codd. ἦσθα Λοξίου κότῳ;

Κασάνδρα

1212ἔπειθον οὐδέν᾽ οὐδέν, οὐδέν᾽ οὐδέν Canter: οὐδὲν bis codd. ὡς τάδ᾽ ἤμπλακον.

Χορός

1213ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.

Κασάνδρα

1214ἰοὺ ἰού, ὢ ὢ κακά.

1215ὑπ᾽ αὖ με δεινὸς ὀρθομαντείας πόνος

1216στροβεῖ ταράσσων φροιμίοις <δυσφροιμίοις.>. δυσφροιμίοις add. Hermann: ἐφημένους (e proximo versu) codd. eiciendum ὢ ὢ κακά ex 1214 ingeniose transtulit Weil

1217ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους

1218νέους, ὀνείρων προσφερεῖς μορφώμασι;

1219παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,

1220χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,

1221σὺν ἐντέροις τε σπλάγχν᾽, ἐποίκτιστον γέμος,

1222πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.

1223ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινὰ

1224λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον

1225οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ

1226ἐμῷ: φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν:

1227νεῶν δ᾽ ἔπαρχος δ᾽ Voss, ἔπαρχος Canter: τ᾽ ἄπαρχος codd. Ἰλίου τ᾽ ἀναστάτης

1228οὐκ οἶδεν οἵα οἵα Herwerden: οἷα codd. γλῶσσα μισητῆς κυνὸς

1229λείξασα λείξασα Tyrwhitt, κἀκτείνασα Canter, φαιδρὸν οὖς H. L. Ahrens: λέξασα καὶ κτείνασα φαιδρόνους codd. κἀκτείνασα φαιδρὸν οὖς, δίκην

1230ἄτης λαθραίου, †τεύξεταιfort. δήξεται Madvig κακῇ τύχῃ.

1231τοιᾷδε τόλμῃ τοιᾷδε τόλμῃ Karsten: τοιάδε τολμᾶ Fl V θῆλυς ἄρσενος φονεὺς

1232ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος

1233τύχοιμ᾽ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ

1234οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,

1235θύουσαν Ἅιδου μητέρ᾽ ἄσπονδόν τ᾽ Ἄρη Ἄρη Porson: ἀρὰν codd.

1236φίλοις πνέουσαν; ὡς δ᾽ ἐπωλολύξατο

1237ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ.

1238δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.

1239καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω: τί γάρ;

1240τὸ μέλλον ἥξει. καὶ σύ μ᾽ ἐν μ᾽ ἐν Auratus: μὴν codd. τάχει παρὼν

1241ἄγαν γ᾽ ἀληθόμαντιν οἰκτείρας ἐρεῖς.

Χορός

1242τὴν μὲν Θυέστου δαῖτα παιδείων παιδείων Schütz: παιδίων codd. κρεῶν

1243ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ᾽ ἔχει

1244κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.

1245τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.

Κασάνδρα

1246Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον.

Χορός

1247εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.

Κασάνδρα

1248ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ.

Χορός

1249οὔκ, εἴπερ ἔσται εἴπερ ἔσται Schütz: εἰ πάρεσται codd. γ᾽: ἀλλὰ μὴ γένοιτό πως.

Κασάνδρα

1250σὺ μὲν κατεύχει, τοῖς δ᾽ ἀποκτείνειν μέλει.

Χορός

1251τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄχος ἄγος Auratus πορσύνεται;

Κασάνδρα

1252ἦ κάρτα τἄρ᾽ κάρτα τἄρα Hartung: κάρτ᾽ ἄρ᾽ ἂν codd.: scripsi τἄρ᾽ ἂν ἂν παρεκόπης παρεκόπης Hartung: παρεσκόπεις codd. χρησμῶν ἐμῶν.

Χορός

1253τοὺς γὰρ τελοῦντας τοὺς ... τελοῦντας Heimsoeth: τοῦ ... τελοῦντος codd. οὐ ξυνῆκα μηχανήν.

Κασάνδρα

1254καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν.

Χορός

1255καὶ γὰρ τὰ πυθόκραντα: δυσμαθῆ δυσμαθῆ Stephanus: δυσπαθῆ codd. δ᾽ ὅμως.

Κασάνδρα

1256παπαῖ, οἷον τὸ πῦρ: ἐπέρχεται δέ μοι.

1257ὀτοτοῖ, Λύκει᾽ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.

1258αὕτη δίπους δίπους Victorius: δίπλους codd. λέαινα συγκοιμωμένη

1259λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,

1260κτενεῖ με τὴν τάλαιναν: ὡς δὲ φάρμακον

1261τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν ἐνθήσει, ν post addito, Fa: ἐνθήσει Fl V κότῳ ποτῷ Auratus

1262ἐπεύχεται θήγουσα φωτὶ φάσγανον

1263ἐμῆς ἀγωγῆς ἀντιτίσασθαι φόνον.

1264τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε,

1265καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;

1266σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.

1267ἴτ᾽ ἐς φθόρον: πεσόντα θ᾽ ὧδ᾽ πεσόντα θ᾽ ὧδ᾽ Verrall: πεσόντ᾽: ἀγαθὼ δ᾽ codd.: πεσόντ᾽: ἐγὼ δ᾽ ἅμ᾽ ἕψομαι Hermann ἀμείψομαι.

1268ἄλλην τιν᾽ ἄτης ἄτης Stanley: ἄτην codd. ἀντ᾽ ἐμοῦ πλουτίζετε.

1269ἰδοὺ δ᾽ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ

1270χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ με

1271κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα μέγα Hermann: μετὰ codd.

1272φίλων ὑπ᾽ ἐχθρῶν οὐ διχορρόπως, μάτην—

1273καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια

1274πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην—

1275καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ

1276ἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας.

1277βωμοῦ πατρῴου δ᾽ ἀντ᾽ ἐπίξηνον ἀντεπίξηνον codd. μένει,

1278θερμῷ κοπείσης φοινίῳ φοίνιον C. G. Haupt προσφάγματι.

1279οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν.

1280ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,

1281μητροκτόνον φίτυμα, ποινάτωρ πατρός:

1282φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος

1283κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις:

1284ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,post 1290 codd.: huc transtulit Hermann

1285πράξειν πράξειν Schömann: ἄξειν codd. νιν νιν V Fa: νυν Fl ὑπτίασμα κειμένου πατρός.

1286τί δῆτ᾽ ἐγὼ κάτοικτος κάτοικτος Scaliger: κάτοικος codd. ὧδ᾽ ἀναστένω;

1287ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν

1288πράξασαν ὡς ἔπραξεν, οἳ δ᾽ εἷλον εἷλον Musgrave: εἶχον codd. πόλιν

1289οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει,

1290ἰοῦσα πράξω: πράξω:] fortasse κἀγὼ Heath τλήσομαι τὸ κατθανεῖν.

1291Ἅιδου πύλας δὲ τάσδ᾽ ἐγὼ τάσδ᾽ ἐγὼ Auratus: τὰς λέγω codd. προσεννέπω:

1292ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,

1293ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων

1294ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.

Χορός

1295ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ᾽ αὖ δ᾽ αὖ Fa: δὲ Fl V σοφὴ

1296γύναι, μακρὰν ἔτεινας. εἰ δ᾽ ἐτητύμως

1297μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου

1298βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;

Κασάνδρα

1299οὐκ ἔστ᾽ ἄλυξις, οὔ, ξένοι, χρόνον χρόνον Hermann: χρόνῳ codd. πλέω.

Χορός

1300ὁ δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται.

Κασάνδρα

1301ἥκει τόδ᾽ ἦμαρ: σμικρὰ κερδανῶ φυγῇ.

Χορός

1302ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ᾽ εὐτόλμου φρενός.

Κασάνδρα

1303οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.transponit Heath

Χορός

1304ἀλλ᾽ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.

Κασάνδρα

1305ἰὼ πάτερ σοῦ τῶν σῶν Auratus τε γενναίων τέκνων.

Χορός

1306τί δ᾽ ἐστὶ χρῆμα; τίς σ᾽ ἀποστρέφει φόβος;

Κασάνδρα

1307φεῦ φεῦ.

Χορός

1308τί τοῦτ᾽ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.

Κασάνδρα

1309φόνον φόβον codd., sed ν supra scripto Fa δόμοι πνέουσιν αἱματοσταγῆ.

Χορός

1310καὶ πῶς; τόδ᾽ ὄζει θυμάτων ἐφεστίων.

Κασάνδρα

1311ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει.

Χορός

1312οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις.

Κασάνδρα

1313ἀλλ᾽ εἶμι κἀν δόμοισι κωκύσουσ᾽ ἐμὴν

1314Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.

1315ἰὼ ξένοι.

1316οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ

1317ἄλλως: ἄλλως: Hermann: ἀλλ᾽ ὡς codd. θανούσῃ μαρτυρεῖτέ μοι τόδε,

1318ὅταν γυνὴ γυναικὸς ἀντ᾽ ἐμοῦ θάνῃ,

1319ἀνήρ τε δυσδάμαρτος ἀντ᾽ ἀνδρὸς πέσῃ.

1320ἐπιξενοῦμαι ταῦτα δ᾽ ὡς θανουμένη.

Χορός

1321ὦ τλῆμον, οἰκτείρω σε θεσφάτου μόρου.

Κασάνδρα

1322ἅπαξ ἔτ᾽ εἰπεῖν ῥῆσιν οὐ οὐ Hermann: ἢ codd. θρῆνον θέλω

1323ἐμὸν τὸν αὐτῆς. ἡλίου ἡλίου Jacob: ἡλίῳ codd. δ᾽ ἐπεύχομαι

1324πρὸς ὕστατον φῶς †τοῖς ἐμοῖς τιμαόροιςfort. τοὺς ἐμοὺς τιμαόρους (Karsten) δίκην φονεῦσι (Gilbert)

1325ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ,†

1326δούλης θανούσης, εὐμαροῦς χειρώματος.

1327ἰὼ βρότεια πράγματ᾽: εὐτυχοῦντα μὲν

1328σκιᾷ σκιᾷ Wieseler: σκιά codd. τις ἂν ἂν Porson, πρέψειεν Boissonade: ἀντρέψειεν codd. πρέψειεν: εἰ δὲ δυστυχῇ, δυστυχῆ codd.

1329βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.

1330καὶ ταῦτ᾽ ἐκείνων μᾶλλον οἰκτείρω πολύ.

Anapests 1

Χορός

1331τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ

1332πᾶσι βροτοῖσιν: βροτοῖσιν Pauw: βροτοῖς codd. δακτυλοδείκτων δ᾽

1333οὔτις ἀπειπὼν εἴργει μελάθρων,

1334μηκέτ᾽ ἐσέλθῃς, μηκέτ᾽ ἐσέλθῃς Hermann: μηκέτι δ᾽ εἰσέλθῃς codd. τάδε φωνῶν.

1335καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν

1336μάκαρες Πριάμου:

1337θεοτίμητος δ᾽ οἴκαδ᾽ ἱκάνει.

1338νῦν δ᾽ εἰ προτέρων αἷμ᾽ ἀποτίσῃ ἀποτίσει codd.: scripsi ἀποτίσῃ

1339καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων

1340ποινὰς θανάτων ἐπικράνῃ, ἐπικρανεῖ codd.: scripsi ἐπικράνῃ

1341τίς ἂν εὔξαιτο βροτὸς ὢν βροτὸς ὢν Bothe: βροτῶν codd. ἀσινεῖ

1342δαίμονι φῦναι τάδ᾽ ἀκούων;

Ἀγαμέμνων

1343ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.

Χορός

1344σῖγα: τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;

Ἀγαμέμνων

1345ὤμοι μάλ᾽ αὖθις, δευτέραν πεπληγμένος.

Χορός

13461. τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγματι.inter choreutas ita distribuendi ut duo vv. quisque recitet

1347ἀλλὰ κοινωσώμεθ᾽ ἤν ἤν Weil: ἄν codd. πως ἀσφαλῆ βουλεύματ᾽ <ᾖ>. ᾖ add. Enger: βουλεύματα codd.—

13482. ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,

1349πρὸς δῶμα δεῦρ᾽ ἀστοῖσι κηρύσσειν βοήν.—

13503. ἐμοὶ δ᾽ ὅπως τάχιστά γ᾽ ἐμπεσεῖν δοκεῖ

1351καὶ πρᾶγμ᾽ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.—

13524. κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν

1353ψηφίζομαί τι δρᾶν: τὸ μὴ μέλλειν δ᾽ ἀκμή.—

13545. ὁρᾶν πάρεστι: φροιμιάζονται γὰρ ὡς

1355τυραννίδος σημεῖα πράσσοντες πόλει.—

13566. χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς τῆς μελλοῦς Tryho: τῆς μελλούσης Fl V: μελλούσης Fa κλέος

1357πέδοι πέδοι Hermann: πέδον codd. πατοῦντες οὐ καθεύδουσιν χερί.—

13587. οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.

1359τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.—

13608. κἀγὼ τοιοῦτός εἰμ᾽, ἐπεὶ δυσμηχανῶ

1361λόγοισι τὸν θανόντ᾽ ἀνιστάναι πάλιν.—

13629. ἦ καὶ βίον τείνοντες τείνοντες Canter: κτείνοντες codd. ὧδ᾽ ὑπείξομεν

1363δόμων καταισχυντῆρσι τοῖσδ᾽ ἡγουμένοις;—

136410. ἀλλ᾽ οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ: κρατεῖ Casaubon: κράτει codd.

1365πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.—

136611. ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων

1367μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;—

136812. σάφ᾽ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι θυμοῦσθαι E. A. I. Ahrens: μυθοῦσθαι codd. πέρι:

1369τὸ γὰρ τοπάζειν τοῦ σάφ᾽ εἰδέναι δίχα.

Χορός

1370ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,

1371τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ᾽ ὅπως.

Κλυταιμήστρα

1372πολλῶν πάροιθεν καιρίως εἰρημένων

1373τἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.

1374πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις

1375δοκοῦσιν εἶναι, πημονῆς πημονῆς Auratus: πημονὴν codd. ἀρκύστατ᾽ ἂν Elmsley: ἀρκύστατον codd. ἀρκύστατ᾽ ἂν

1376φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος;

1377ἐμοὶ δ᾽ ἀγὼν ὅδ᾽ οὐκ ἀφρόντιστος πάλαι

1378νείκης νείκης Heath: νίκης codd. παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν:

1379ἕστηκα δ᾽ ἔνθ᾽ ἔπαισ᾽ ἐπ᾽ ἐξειργασμένοις.

1380οὕτω δ᾽ ἔπραξα, καὶ τάδ᾽ οὐκ ἀρνήσομαι:

1381ὡς μήτε φεύγειν μήτ᾽ ἀμύνεσθαι μόρον,

1382ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,

1383περιστιχίζω, περιστιχίζω Fa: περιστιχίζων V: περιστοιχίζων Fl πλοῦτον εἵματος κακόν.

1384παίω δέ νιν δίς: κἀν δυοῖν οἰμωγμάτοιν οἰμωγμάτοιν Elmsley: οἰμώγμασιν codd.

1385μεθῆκεν αὐτοῦ κῶλα: καὶ πεπτωκότι

1386τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς

1387Ἅιδου Ἅιδου] Διὸς Enger νεκρῶν σωτῆρος εὐκταίαν χάριν.

1388οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών:

1389κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν

1390βάλλει μ᾽ ἐρεμνῇ ψακάδι φοινίας δρόσου,

1391χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ

1392γάνει διοσδότῳ γάνει Porson: Διὸς νότῳ γᾶν εἰ codd. σπορητὸς κάλυκος ἐν λοχεύμασιν.

1393ὡς ὧδ᾽ ἐχόντων, πρέσβος Ἀργείων τόδε,

1394χαίροιτ᾽ ἄν, εἰ χαίροιτ᾽, ἐγὼ δ᾽ ἐπεύχομαι.

1395εἰ δ᾽ ἦν πρεπόντων ὥστ᾽ ἐπισπένδειν νεκρῷ,

1396τῷδ᾽ τῷδ᾽ Tyrwhitt: τάδ᾽ codd. ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν.

1397τοσόνδε τοσόνδε Blomfield: τοσῶνδε codd. κρατῆρ᾽ ἐν δόμοις κακῶν ὅδε

1398πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.

Χορός

1399θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,

1400ἥτις τοιόνδ᾽ ἐπ᾽ ἀνδρὶ κομπάζεις λόγον.

Κλυταιμήστρα

1401πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος:

1402ἐγὼ δ᾽ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας

1403λέγω: σὺ δ᾽ αἰνεῖν εἴτε με ψέγειν θέλεις

1404ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς

1405πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς

1406ἔργον, δικαίας τέκτονος. τάδ᾽ ὧδ᾽ ἔχει.