The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Choral 4

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 4

Strophe 1

Χορός

104κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν

105ἐκτελέων: ἔτι γὰρ θεόθεν καταπνεύει

106πειθοῖ μολπᾶν

107ἀλκὰν πειθοῖ μολπᾶν ἀλκὰν Helller, Camppbell: πειθὼ μολπὰν ἀλκὰν codd. (in M correctum ex μολπᾶν) σύμφυτος αἰών:

108ὅπως Ἀχαιῶν

109δίθρονον κράτος, Ἑλλάδος ἥβας

110ξύμφρονε ταγώ, ξύμφρονε ταγώ Dindorf: ξύμφρονα τᾶν γᾶν M: ταγάν recc.

111πέμπει σὺν δορὶ καὶ χερὶ καὶ χερὶ Ar. Ran. 1288: δίκας codd. πράκτορι

112θούριος ὄρνις Τευκρίδ᾽ ἐπ᾽ αἶαν,

113οἰωνῶν βασιλεὺς βασιλεῦσι νε-

115ῶν ὁ κελαινός, ὅ τ᾽ ἐξόπιν ἀργᾶς, ἀργᾶς Blomfield: ἀργίας M

116φανέντες ἴκταρ μελάθρων

117χερὸς ἐκ δοριπάλτου

118παμπρέπτοις ἐν ἕδραισι,

119βοσκόμενοι λαγίναν, ἐρικύμονα ἐρικύμονα recc.: ἐρικύματα M φέρματα, φέρματα Hartung: φέρματι codd. γένναν,

120βλαβέντα λοισθίων δρόμων.

121αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.

Antistrophe 1

Χορός

122κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασιν ἴσους λήμασιν ἴσους Dindorf: λήμασι δισσοὺς codd.

123Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας

124πομπούς τ᾽ ἀρχάς:

125οὕτω δ᾽ εἶπε τερᾴζων:

126“ʽχρόνῳ μὲν ἀγρεῖ

127Πριάμου πόλιν ἅδε κέλευθος,

128πάντα δὲ πύργων

129κτήνη †πρόσθε τὰ πρόσθε τὰ Fl Fa: προσθετὰ M: utrumque suspectum δημιοπληθῆ

130Μοῖρ᾽ ἀλαπάξει πρὸς τὸ βίαιον:

131οἶον μή τις ἄγα θεόθεν κνεφά-

132σῃ προτυπὲν στόμιον μέγα Τροίας

133στρατωθέν. οἴκτῳ οἴκτῳ Scaliger: οἴκῳ codd. γὰρ ἐπί-

135φθονος Ἄρτεμις ἁγνὰ

136πτανοῖσιν κυσὶ πατρὸς

137αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισι:

138στυγεῖ δὲ δεῖπνον αἰετῶν.”

139αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.

Epode 3

Χορός

140“τόσον περ εὔφρων, καλά,

141δρόσοισι λεπτοῖς δρόσοισι λεπτοῖς Wellauer: δρόσοισιν ἀέλπτοις M: δ. ἀέπτοις B Fl μαλερῶν λεόντωνfortasse ἄλπνοις Wecklein

142πάντων τ᾽ ἀγρονόμων φιλομάστοις

143θηρῶν ὀβρικάλοισι τερπνά,

144τούτων αἴνει αἴνει Gilbert: αἰτεῖ codd. ξύμβολα κρᾶναι,

145δεξιὰ μέν, κατάμομφα δὲ φάσματα [στρουθῶν]. στρουθῶν codd. corruptum: ἀνορθοῦν coni. Wecklein

146ἰήιον δὲ καλέω Παιᾶνα,

147μή τινας ἀντιπνόους

148Δαναοῖς χρονίας ἐχενῇδας

150ἀπλοίας τεύξῃ,

151σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τιν᾽, ἄδαιτον

152νεικέων τέκτονα σύμφυτον,

153οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος

155οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.

156τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν ἀπέκλαγξεν recc.: ἀπέκλαιξεν M

157μόρσιμ᾽ ἀπ᾽ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις:

158τοῖς δ᾽ ὁμόφωνον

159αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.

Strophe 2

Χορός

160Ζεύς, ὅστις ποτ᾽ ἐστίν, εἰ τόδ᾽ αὐ-

161τῷ φίλον κεκλημένῳ,

162τοῦτό νιν προσεννέπω.

163οὐκ ἔχω προσεικάσαι

164πάντ᾽ ἐπισταθμώμενος

165πλὴν Διός, εἰ τὸ μάταν τὸ μάταν Pauw: τόσε μάταν M

166ἀπὸ φροντίδος ἄχθος

167χρὴ βαλεῖν ἐτητύμως.

Antistrophe 2

Χορός

168οὐδ᾽ ὅστις πάροιθεν ἦν μέγας,

169παμμάχῳ θράσει βρύων,

170οὐδὲ λέξεται οὐδὲ λέξεται H. L. Ahrens: οὐδὲν λέξαι codd. πρὶν ὤν:

171ὃς δ᾽ ἔπειτ᾽ ἔφυ, τρια-

172κτῆρος οἴχεται τυχών.

173Ζῆνα δέ τις προφρόνως

174ἐπινίκια κλάζων

175τεύξεται φρενῶν τὸ πᾶν:

Strophe 3

Χορός

176τὸν φρονεῖν βροτοὺς ὁδώ-

177σαντα, τὸν πάθει μάθος

178θέντα κυρίως ἔχειν.

179στάζει δ᾽ ἔν θ᾽ ὕπνῳ πρὸ καρδίας

180μνησιπήμων πόνος: καὶ παρ᾽ ἄ-

181κοντας ἦλθε σωφρονεῖν.

182δαιμόνων δέ που χάρις βίαιος βίαιος Turnebus: βιαίως codd.

183σέλμα σεμνὸν ἡμένων.

Antistrophe 3

Χορός

184καὶ τόθ᾽ ἡγεμὼν ὁ πρέ-

185σβυς νεῶν Ἀχαιικῶν,

186μάντιν οὔτινα ψέγων,

187ἐμπαίοις τύχαισι συμπνέων,

188εὖτ᾽ ἀπλοίᾳ κεναγγεῖ βαρύ-

189νοντ᾽ Ἀχαιικὸς λεώς,

190Χαλκίδος πέραν ἔχων παλιρρό-

191χθοις παλιρρόχθοις H. L. Ahrens: παλιρρόθοις codd. ἐν Αὐλίδος τόποις:

Strophe 4

Χορός

192πνοαὶ δ᾽ ἀπὸ Στρυμόνος μολοῦσαι

193κακόσχολοι, νήστιδες, δύσορμοι,

194βροτῶν ἄλαι,

195νεῶν νεῶν Pauw: ναῶν codd. <τε> τε add. Porson καὶ πεισμάτων ἀφειδεῖς,

196παλιμμήκη χρόνον τιθεῖσαι

197τρίβῳ κατέξαινον ἄνθος Ἀργους. Ἄργους Hermann: Ἀργείων codd.

198ἐπεὶ δὲ καὶ πικροῦ

199χείματος ἄλλο μῆχαρ

200βριθύτερον πρόμοισιν

201μάντις ἔκλαγξεν προφέρων Ἄρτεμιν, ὥστε χθόνα βά-

202κτροις ἐπικρούσαντας Ἀτρείδας δάκρυ μὴ κατασχεῖν:

Antistrophe 4

Χορός

205ἄναξ δ᾽ ὁ πρέσβυς τότ᾽ τότ᾽ Stanley: τόδ᾽ codd. εἶπε φωνῶν:

206“βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι, πιθέσθαι Turnebus: πείθεσθαι codd.

207βαρεῖα δ᾽, εἰ

208τέκνον δαΐξω, δόμων ἄγαλμα,

209μιαίνων παρθενοσφάγοισι

210ῥείθροις ῥείθροις Fa: ῥεέθροις M: fort. ῥοαῖς Schömann πρὸ βωμοῦ Lindau: βωμοῦ πέλας codd. πατρῴους χέρας πρὸ βωμοῦ.

211τί τῶνδ᾽ ἄνευ κακῶν,

212πῶς λιπόναυς γένωμαι

213ξυμμαχίας ἁμαρτών;

214παυσανέμου γὰρ θυσίας παρθενίου θ᾽ αἵματος ὀρ-

215γᾷ περιόργῳ σφ᾽ περιόργῳ σφ᾽ Bamberger: περιόργως codd. ἐπιθυμεῖν θέμις. εὖ γὰρ εἴη.”

Strophe 5

Χορός

216ἐπεὶ δ᾽ ἀνάγκας ἔδυ λέπαδνον

217φρενὸς πνέων δυσσεβῆ τροπαίαν

220ἄναγνον, ἀνίερον, τόθεν

221τὸ παντότολμον φρονεῖν μετέγνω.

222βροτοὺς βροτοὺς Spanheim: βροτοῖς M θρασύνει γὰρ αἰσχρόμητις

223τάλαινα παρακοπὰ πρωτοπήμων.

224ἔτλα δ᾽ οὖν θυτὴρ γενέ-

225σθαι θυγατρός, γυναικοποί-

226νων πολέμων ἀρωγὰν

227καὶ προτέλεια ναῶν.

Antistrophe 5

Χορός

228λιτὰς δὲ καὶ κληδόνας πατρῴους

229παρ᾽ οὐδὲν αἰῶνα παρθένειον τ᾽

230ἔθεντο φιλόμαχοι βραβῆς.

231φράσεν δ᾽ ἀόζοις πατὴρ μετ᾽ εὐχὰν

232δίκαν χιμαίρας ὕπερθε βωμοῦ

233πέπλοισι περιπετῆ παντὶ θυμῷ

234προνωπῆ

235λαβεῖν ἀέρ-

236δην, στόματός τε καλλιπρῴ- ρου φυλακᾷ φυλακᾷ Blomfield: φυλακὰν codd. κατασχεῖν

237φθόγγον ἀραῖον οἴκοις,

Strophe 6

Χορός

238βίᾳ χαλινῶν τ᾽ ἀναύδῳ μένει.

239κρόκου βαφὰς δ᾽ ἐς πέδον χέουσα

240ἔβαλλ᾽ ἕκαστον θυτή-

241ρων ἀπ᾽ ὄμματος βέλει φιλοίκτῳ,

242πρέπουσά θ᾽ ὡς ἐν γραφαῖς, προσεννέπειν

243θέλουσ᾽, ἐπεὶ πολλάκις

244πατρὸς κατ᾽ ἀνδρῶνας εὐτραπέζους

245ἔμελψεν, ἁγνᾷ δ᾽ ἀταύρωτος αὐδᾷ ἀγνᾷ . . . αὐδᾷ recc.: ἁγνὰ ... αὐδὰ M πατρὸς

246φίλου τριτόσπονδον εὔποτμον

247παιᾶνα παιᾶνα Hartung: αἰῶνα codd. φίλως ἐτίμα.

Antistrophe 6

Χορός

248τὰ δ᾽ ἔνθεν οὔτ᾽ εἶδον οὔτ᾽ ἐννέπω:

249τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.

250Δίκα δὲ τοῖς μὲν παθοῦ-

251σιν μαθεῖν ἐπιρρέπει: τὸ μέλλον <δ᾽> δ᾽ add. Elmsley: post μέλλον habent τὸ δὲ προκλύειν m B G Fl, eiecit Fa

252ἐπεὶ γένοιτ᾽ ἐπεὶ γένοιτ᾽ recc.: ἐπιγένοιτ᾽ M ἂν κλύοις: πρὸ χαιρέτω: πρὸ χαιρέτω H. L. Ahrens: προχαιρέτω codd.

253ἴσον δὲ τῷ προστένειν.

254τορὸν γὰρ ἥξει σύνορθρον σύνορθρον Wellauer: σύνορθον M: σύναρθρον Fl Fa αὐγαῖς. αὐγαῖς Hermann: αὐταῖς codd.

255πέλοιτο δ᾽ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, εὖ πρᾶξις Lobeck: εὔπραξις codd. ὡς

256θέλει τόδ᾽ ἄγχιστον Ἀπίας

257γαίας μονόφρουρον ἕρκος.