Ἀγαμέμνων
Episode 7
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 7
Χορός
488τάχ᾽ εἰσόμεσθα λαμπάδων φαεσφόρωνKlytaemestrae notam, 501 chori, praefigunt codd.: totum choro dat Scaliger
490φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,
491εἴτ᾽ οὖν ἀληθεῖς εἶτ᾽ ὀνειράτων δίκην
492τερπνὸν τόδ᾽ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.
493κήρυκ᾽ ἀπ᾽ ἀκτῆς τόνδ᾽ ὁρῶ κατάσκιον
494κλάδοις ἐλαίας: μαρτυρεῖ δέ μοι κάσις
495πηλοῦ ξύνουρος διψία κόνις τάδε,
496ὡς οὔτ᾽ ἄναυδος οὔτε σοι δαίων φλόγα
497ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,
498ἀλλ᾽ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων:
499τὸν ἀντίον δὲ τοῖσδ᾽ ἀποστέργω λόγον:
500εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.—
501ὅστις τάδ᾽ ἄλλως τῇδ᾽ ἐπεύχεται πόλει,
502αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.
Κηρυξ
503ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,
504δεκάτῳ σε φέγγει τῷδ᾽ ἀφικόμην ἔτους,
505πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.
506οὐ γάρ ποτ᾽ ηὔχουν τῇδ᾽ ἐν Ἀργείᾳ χθονὶ
507θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.
508νῦν χαῖρε μὲν χθών, χαῖρε δ᾽ ἡλίου φάος,
509ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ᾽ ἄναξ,
510τόξοις ἰάπτων μηκέτ᾽ εἰς ἡμᾶς βέλη:
511ἅλις παρὰ Σκάμανδρον ἦσθ᾽ ἦσθ᾽ Askew: ἦλθες Fa: ἦλθ᾽ (ες surascripto) Fl ἀνάρσιος:
512νῦν δ᾽ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος, καὶ παιώνιος Dobree: καὶ παγώνιος Fl: κἀπαγώνιος Fa
513ἄναξ Ἄπολλον. τούς τ᾽ ἀγωνίους θεοὺς
514πάντας προσαυδῶ, τόν τ᾽ ἐμὸν τιμάορον
515Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,
516ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν
517στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.
518ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,
519σεμνοί τε θᾶκοι, δαίμονές τ᾽ ἀντήλιοι,
520εἴ που εἴ που Auratus: ἦπου codd. πάλαι, φαιδροῖσι τοισίδ᾽ ὄμμασι
521δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.
522ἥκει γὰρ ὑμῖν ὑμῖν] ἡμῖν Fl φῶς ἐν εὐφρόνῃ φέρων
523καὶ τοῖσδ᾽ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.
524ἀλλ᾽ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει,
525Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
526Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.
527βωμοὶ δ᾽ ἄιστοι καὶ θεῶν ἱδρύματα,
528καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.
529τοιόνδε τοιοῦδε Fl 538–550 chori vv. Klytaemestrae dant codd. Τροίᾳ περιβαλὼν ζευκτήριον
530ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ
531ἥκει, τίεσθαι δ᾽ ἀξιώτατος βροτῶν
532τῶν νῦν: Πάρις γὰρ οὔτε συντελὴς πόλις
533ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.
534ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην
535τοῦ ῥυσίου θ᾽ ἥμαρτε καὶ πανώλεθρον
536αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.
537διπλᾶ δ᾽ ἔτισαν Πριαμίδαι θἀμάρτια.
Χορός
538κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.
Κῆρυξ
539χαίρω <γε>: γε add. Enger (τεθνᾶναι codd.) τεθνάναι δ᾽ οὐκέτ᾽ οὐκέτ᾽ Fa: οὐκ Fl ἀντερῶ θεοῖς.
Χορός
540ἔρως πατρῴας τῆσδε γῆς σ᾽ ἐγύμνασεν.
Κῆρυξ
541ὥστ᾽ ἐνδακρύειν ἐκδακρύειν Fa γ᾽ ὄμμασιν χαρᾶς ὕπο.
Χορός
542τερπνῆς ἄρ᾽ ἦτε τῆσδ᾽ ἐπήβολοι νόσου. ἴστε Fl
Κῆρυξ
543πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.
Χορός
544τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι. πεπληγμένοι Tyrwhitt: πεπληγμένος codd.
Κῆρυξ
545ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις.
Χορός
546ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός <μ᾽> μ᾽ add. Scaliger ἀναστένειν.
Κῆρυξ
547πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν στύγος φρενῶν; φρενῶν Hermann: στρατῷ codd.: πόλει Kennedy: λεᾠ Heimsoeth
Χορός
548πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.
Κῆρυξ
549καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;
Χορός
550ὡς ὡς Scaliger: ὧν codd. νῦν τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.
Κῆρυξ
551εὖ γὰρ πέπρακται. ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ
552τὰ μέν τις ἂν ἂν Auratus: εὖ codd. λέξειεν εὐπετῶς ἔχειν,
553τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν
554ἅπαντ᾽ ἀπήμων τὸν δι᾽ αἰῶνος χρόνον;
555μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
556σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐ
557στένοντες, †οὐ λαχόντεσ† οὐ λαχόντες corruta: fortasse ἀσχάλλοντες Margoliouth (qui quidem στένοντας ἀσχάλλοντας legit) vel οὐ κλαίοντες Jacob ἤματος μέρος;
558τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος:
559εὐναὶ γὰρ ἦσαν δαΐων πρὸς τείχεσιν.
560ἐξ οὐρανοῦ δὲ δὲ Pearson: γὰρ codd. κἀπὸ γῆς λειμώνιαι
561δρόσοι δρόσοι non mutandum κατεψάκαζον, †ἔμπεδονcorrutio latet: fortasse ante ἔμπεδον versus excidit σίνος
562ἐσθημάτων τιθέντες ἔνθηρον τρίχα.
563χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον,
564οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιών,
565ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς
566κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών—
567τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος:
568παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν
569τὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν.
570τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,
571τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
572καὶ πολλὰ χαίρειν ξυμφορὰς ξυμφορὰς Blomfield: συμφοραῖς codd. καταξιῶ.
573ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ
574νικᾷ τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει:
575ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάει
576ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις: ποτώμενα Weil
577“Τροίαν ἑλόντες δήποτ᾽ Ἀργείων στόλος
578θεοῖς λάφυρα ταῦτα τοῖς καθ᾽ Ἑλλάδα
579δόμων ἐπασσάλευσαν ἀρχαῖων δόμων ... ἀρχαίων Hartung: δόμοις ... ἀρχαῖον codd. γάνος.”
580τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν
581καὶ τοὺς στρατηγούς: καὶ χάρις τιμήσεται
582Διὸς τόδ᾽ ἐκπράξασα. πάντ᾽ ἔχεις λόγον.
Χορός
583νικώμενος λόγοισιν οὐκ ἀναίνομαι:
584ἀεὶ γὰρ ἥβη ἥβη Margoliouth: ἡβᾷ codd. τοῖς γέρουσιν εὖ μαθεῖν.
585δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν
586εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.
Κλυταιμήστρα
587ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
588ὅτ᾽ ἦλθ᾽ ὁ πρῶτος νύχιος ἄγγελος πυρός,
589φράζων ἅλωσιν Ἰλίου τ᾽ ἀνάστασιν.
590καί τίς μ᾽ ἐνίπτων εἶπε, “φρυκτωρῶν δία
591πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;
592ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.”
593λόγοις τοιούτοις πλαγκτὸς οὖσ᾽ ἐφαινόμην.
594ὅμως δ᾽ ἔθυον, καὶ γυναικείῳ νόμῳ
595ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν
596ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις
597θυηφάγον κοιμῶντες εὐώδη φλόγα.
598καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι σέ μοι Wieseler: σ᾽ ἐμοὶ codd. λέγειν;
599ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.
600ὅπως δ᾽ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν
601σπεύσω πάλιν μολόντα δέξασθαι—τί γὰρ
602γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,
603ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ
604πύλας ἀνοῖξαι;—ταῦτ᾽ ἀπάγγειλον πόσει:
605ἥκειν ὅπως τάχιστ᾽ ἐράσμιον πόλει:
606γυναῖκα πιστὴν δ᾽ ἐν δόμοις εὕροι μολὼν
607οἵανπερ οὖν ἔλειπε, δωμάτων κύνα
608ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,
609καὶ τἄλλ᾽ ὁμοίαν πάντα, σημαντήριον
610οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.
611οὐδ᾽ οἶδα τέρψιν οὐδ᾽ ἐπίψογον φάτιν
612ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.
613τοιόσδ᾽ ὁ κόμπος τῆς ἀληθείας γέμωνKlytaemestrae dedit Hermann: Κη praefixit M
614οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.
Χορός
615αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι
616τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.
617σὺ δ᾽ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι,
618εἰ νόστιμός τε τε Hermann: γε codd. καὶ σεσωσμένος πάλιν
619ἥξει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.
Κῆρυξ
620οὐκ ἔσθ᾽ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ
621ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.
Χορός
622πῶς δῆτ᾽ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;chori vv. in codd. Klyt. tribuuntur. τύχοις Porson: τύχῃς codd.
623σχισθέντα δ᾽ οὐκ εὔκρυπτα γίγνεται τάδε.
Κῆρυξ
624ἁνὴρ ἁνὴρ Hermann: ἀνὴρ codd. ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,
625αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω.
Χορός
626πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,
627ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;
Κῆρυξ
628ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ:
629μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.
Χορός
630πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος
631φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;
Κῆρυξ
632οὐκ οἶδεν οὐδεὶς ὥστ᾽ ἀπαγγεῖλαι τορῶς,
633πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.
Χορός
634πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ
635ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;
Κῆρυξ
636εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ
637γλώσσῃ μιαίνειν: χωρὶς ἡ τιμὴ θεῶν.
638ὅταν δ᾽ ἀπευκτὰ πήματ᾽ ἄγγελος πόλει
639στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,
640πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,
641πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων
642ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,
643δίλογχον ἄτην, φοινίαν ξυνωρίδα:
644τοιῶνδε μέντοι πημάτων σεσαγμένον σεσαγμένον Schütz: σεσαγμένων codd.
645πρέπει λέγειν παιᾶνα τόνδ᾽ Ἐρινύων.
646σωτηρίων δὲ πραγμάτων εὐάγγελον
647ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν,
648πῶς κεδνὰ τοῖς κακοῖσι συμμίξω, λέγων
649χειμῶν᾽ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν; Ἀχαιοῖς ... θεῶν Dobree: Ἀχαιῶν ... θεοῖς codd.
650ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν,
651πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ᾽ ἐδειξάτην
652φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν.
653ἐν νυκτὶ δυσκύμαντα δ᾽ ὠρώρει κακά.
654ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ
655ἤρεικον: ἤρειπον Fa αἱ δὲ κεροτυπούμεναι κεροτυπούμεναι Wasse: κερωτυπον́μεναι codd. βίᾳ
656χειμῶνι τυφῶ σὺν ζάλῃ τ᾽ ὀμβροκτύπῳ,
657ᾤχοντ᾽ ἄφαντοι, ποιμένος κακοῦ στρόβῳ.
658ἐπεὶ δ᾽ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,
659ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς
660ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ᾽ ἐρειπίοις. ναυτικοῖς τ᾽ ἐρειπίοις Auratus: ναυτικῶν τ᾽ ἐριπίων codd.
661ἡμᾶς γε μὲν δὴ ναῦν τ᾽ ἀκήρατον σκάφος
662ἤτοι τις ἐξέκλεψεν ἢ ᾽ξῃτήσατο
663θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.
664τύχη δὲ σωτὴρ ναῦν θέλουσ᾽ ναυστολοῦσ᾽ Casaubon ἐφέζετο,
665ὡς μήτ᾽ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν
666μήτ᾽ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.
667ἔπειτα δ᾽ Ἅιδην πόντιον πεφευγότες,
668λευκὸν κατ᾽ ἦμαρ, οὐ πεποιθότες τύχῃ,
669ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,
670στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.
671καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων,
672λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μήν; τί μήν Linwood: τί μή codd.
673ἡμεῖς τ᾽ ἐκείνους ταὔτ᾽ ταὔτ᾽ Stanley: ταῦτ᾽ codd. ἔχειν δοξάζομεν.
674γένοιτο δ᾽ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν
675πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν.
676εἰ δ᾽ οὖν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ
677καὶ ζῶντα καὶ ζῶντα] fortasse χλωρόν τε καὶ βλέποντα ex Hesychii gloss. Toup καὶ βλέποντα, μηχαναῖς Διός,
678οὔπω θέλοντος ἐξαναλῶσαι γένος,
679ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
680τοσαῦτ᾽ ἀκούσας ἴσθι τἀληθῆ κλύων.