The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Choral 12

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 12

Strophe 1

Κασάνδρα

1072ὀτοτοτοτοῖ πόποι δᾶ.

1073ὦπολλον ὦπολλον.

Χορός

1074τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου;

1075οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.

Antistrophe 1

Κασάνδρα

1076ὀτοτοτοτοῖ πόποι δᾶ.

1077ὦπολλον ὦπολλον.

Χορός

1078ἡ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ

1079οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν.

Strophe 2

Κασάνδρα

1080Ἄπολλον Ἄπολλον

1081ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.

1082ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.

Χορός

1083χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.

1084μένει τὸ θεῖον δουλίᾳ περ ἐν περ ἐν Schütz: παρ᾽ ἓν M φρενί.

Antistrophe 2

Κασάνδρα

1085Ἄπολλον Ἄπολλον

1086ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.

1087ἆ ποῖ ποτ᾽ ἤγαγές με; πρὸς ποίαν στέγην;

Χορός

1088πρὸς τὴν Ἀτρειδῶν: εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς,

1089ἐγὼ λέγω σοι: καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη.

Strophe 3

Κασάνδρα

1090μισόθεον μὲν οὖν, πολλὰ συνίστορα

1091αὐτόφονα κακὰ καὶ ἀρτάνας, καὶ ἀρτάνας Lachmann: κἀρτάναι M: κἀρτάνας Fa

1092ἀνδρὸς σφαγεῖον σφαγεῖον Turnebus: σφάγιον codd. καὶ πέδον ῥαντήριον.

Χορός

1093ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην

1094εἶναι, ματεύει ματεύει Fl Fa: μαντεύει M δ᾽ ὧν ἀνευρήσει ἀνευρήσει Porson: ἂν εὑρήση M φόνον.

Antistrophe 3

Κασάνδρα

1095μαρτυρίοισι μαρτυρίοισι Pauw: μαρτυρίοις codd. γὰρ τοῖσδ᾽ τοῖσδ᾽ ἐπιπείθομαι Abresch: τοῖσδε πεπείθομαι codd. ἐπιπείθομαι:

1096κλαιόμενα τάδε βρέφη σφαγάς,

1097ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.

Χορός

1098ἦμεν ἦμην M (ἦμεν supra scr.) κλέος σοῦ μαντικὸν πεπυσμένοι:

1099τούτων τούτων Weil: ἠμὲν M προφήτας δ᾽ οὔτινας ματεύομεν. ματεύομεν Schütz: μαστεύομεν codd.

Strophe 4

Κασάνδρα

1100ἰὼ πόποι, τί ποτε μήδεται;

1101τί τόδε νέον ἄχος μέγα

1102μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν

1103ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δ᾽

1104ἑκὰς ἀποστατεῖ.

Χορός

1105τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.

1106ἐκεῖνα δ᾽ ἔγνων: πᾶσα γὰρ πόλις βοᾷ.

Antistrophe 4

Κασάνδρα

1107ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,

1108τὸν ὁμοδέμνιον πόσιν

1109λουτροῖσι φαιδρύνασα—πῶς φράσω τέλος;

1110τάχος γὰρ τόδ᾽ ἔσται: προτείνει δὲ χεὶρ ἐκ

1111χερὸς ὀρέγματα. ὀρέγματα Hermann: ὀρεγόμενα M: ὀρεγμένα recc.

Χορός

1112οὔπω ξυνῆκα: νῦν γὰρ ἐξ αἰνιγμάτων

1113ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.

Strophe 5

Κασάνδρα

1114ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;

1115ἦ δίκτυόν τι [γ᾽] τί γ᾽ codd.: γ᾽ seclusit Dindorf Ἅιδου; Ἅιδου Schütz: ἀί:δου codd.

1116ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία

1117φόνου. στάσις δ᾽ ἀκόρετος ἀκόρετος Bothe: ἀκόρεστος codd. γένει

1118κατολολυξάτω θύματος λευσίμου.

Χορός

1119ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλει

1120ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.

1121ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς

1122σταγών, ἅτε καιρία καιρία Dindorf: καὶ δορία M πτώσιμος

1123ξυνανύτει βίου δύντος αὐγαῖς.

1124ταχεῖα δ᾽ ἄτα πέλει.

Antistrophe 5

Κασάνδρα

1125ἂ ἄ, ἰδοὺ ἰδού: ἄπεχε τῆς βοὸς

1126τὸν ταῦρον: ἐν πέπλοισι

1127μελαγκέρῳ μελάγκερων in μελαγκέρωι mutatum, ν iterum suprascripto M λαβοῦσα μηχανήματι

1128τύπτει: πίτνει δ᾽ <ἐν> ἐν add. Schütz ἐνύδρῳ τεύχει. τεύχει] κύτει Blomfield

1129δολοφόνου λέβητος τύχαν σοι λέγω.

Χορός

1130οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκρος

1131εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.

1132ἀπὸ δὲ θεσφάτων τίς τίς recc.: τις M ἀγαθὰ φάτις

1133βροτοῖς στέλλεται; κακῶν γὰρ διαὶ διαὶ Hermann: διὰ M

1134πολυεπεῖς τέχναι θεσπιῳδὸν

1135φόβον φέρουσιν φέρουσιν Fa: φέρουσι cett. codd. μαθεῖν.

Strophe 6

Κασάνδρα

1136ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι:

1137τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχέαι. ἐπεγχέαι anonymus: ἐπεγχέασα codd.

1138ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;

1139οὐδέν ποτ᾽ εἰ μὴ ξυνθανουμένην. τί γάρ;

Χορός

1140φρενομανής τις εἶ θεοφόρητος, ἀμ-

1141φὶ δ᾽ αὑτᾶς θροεῖς

1142νόμον ἄνομον, οἷά οἷα recc.: οἵα M τις ξουθὰ

1143ἀκόρετος ἀκόρετος Aldina: ἀκόρεστος codd. βοᾶς, βοᾶς recc.: βοαῖς M φεῦ, ταλαίναις φρεσὶν

1144Ἴτυν Ἴτυν στένουσ᾽ ἀμφιθαλῆ κακοῖς

1145ἀηδὼν βίον.

Antistrophe 6

Κασάνδρα

1146ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος: μόρον ἀηδόνος Hermann: ἀηδόνος μόρον codd.

1147περίβαλον γάρ περίβαλον γὰρ Blomfield: περεβάλοντο γὰρ M οἱ πτεροφόρον δέμας

1148θεοὶ γλυκύν τ᾽ αἰῶνα αἰῶνα m: ἀγῶνα codd. κλαυμάτων ἄτερ:

1149ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.

Χορός

1150πόθεν ἐπισσύτους θεοφόρους τ᾽ ἔχεις

1151ματαίους δύας,

1152τὰ δ᾽ ἐπίφοβα ἐπίφοβα M: ἐπὶ φόβῳ m recc. δυσφάτῳ κλαγγᾷ

1153μελοτυπεῖς ὁμοῦ τ᾽ ὀρθίοις ἐν νόμοις;

1154πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ

1155κακορρήμονας;

Strophe 7

Κασάνδρα

1156ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.

1157ἰὼ Σκαμάνδρου πάτριον ποτόν.

1158τότε μὲν ἀμφὶ σὰς ἀιόνας τάλαιν᾽

1159ἠνυτόμαν τροφαῖς:

1160νῦν δ᾽ ἀμφὶ Κωκυτόν τε κἀχερουσίουςtestantur Fl Fa V

1161ὄχθας ὄχθας Casaubon: ὄχθους codd. ἔοικα θεσπιῳδήσειν τάχα.

Χορός

1162τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;

1163νεόγονος ἂν ἀίων νεόγονος ἂν ἀίων Karsten: νεογνὸς ἀνθρώπων codd. μάθοι.

1164πέπληγμαι δ᾽ ὑπαὶ ὑπαὶ Fa: ὑπὸ Fl V δάκει Hermann: δήγματι codd. δάκει φοινίῳ

1165δυσαλγεῖ δυσαλγεῖ Canter: δυσαγγεῖ codd. τύχᾳ μινυρὰ [κακὰ] κακὰ seclusit Schütz θρεομένας,

1166θραύματ᾽ θραύματ᾽ Fl V: θαύματ᾽ Fa: θραῦμα δ᾽ Enger ἐμοὶ κλύειν.

Antistrophe 7

Κασάνδρα

1167ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας ὀλομένας Casaubon: ὀλωμένας Fl V: ὀλουμένας Fa τὸ πᾶν.

1168ἰὼ πρόπυργοι θυσίαι πατρὸς

1169πολυκανεῖς βοτῶν ποιονόμων: ἄκος δ᾽

1170οὐδὲν ἐπήρκεσαν

1171τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν.

1172†ἐγὼ δὲ θερμόνους τάχ᾽ ἐμπέδῳ βαλῶ†.fortasse ἐγὼ δὲ θερμὴν οὐ στάγ᾽ ἐν πέδῳ βαλῶ; Miller

Χορός

1173ἑπόμενα προτέροισι τάδ᾽ ἐφημίσω.

1174καί τίς σε κακοφρονῶν κακοφρονῶν Schütz: κακοφρονεῖν codd. τίθη-

1175σι δαίμων ὑπερβαρὴς ἐμπίτνων

1176μελίζειν πάθη γοερὰ θανατοφόρα.

1177τέρμα δ᾽ ἀμηχανῶ.