Ἀγαμέμνων
Episode 5
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 5
Χορός
258ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος:
259δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
260γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου.
261σὺ δ᾽ εἴ τι εἴ τι Auratus: εἴτε codd. κεδνὸν εἴτε μὴ πεπυσμένη
262εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
263κλύοιμ᾽ ἂν εὔφρων: οὐδὲ σιγώσῃ φθόνος.
Κλυταιμήστρα
264εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,
265ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
266πεύσει δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν:
267Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.
Χορός
268πῶς φῄς; πέφευγε τοὔπος ἐξ ἀπιστίας.
Κλυταιμήστρα
269Τροίαν Ἀχαιῶν οὖσαν: ἦ τορῶς λέγω;
Χορός
270χαρά μ᾽ ὑφέρπει δάκρυον ἐκκαλουμένη.
Κλυταιμήστρα
271εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.
Χορός
272τί γὰρ τὸ πιστόν; τί γὰρ τὸ πιστόν; Prien: τί γάρ; τὸ πιστὸν M ἔστι τῶνδέ σοι τέκμαρ;
Κλυταιμήστρα
273ἔστιν: τί δ᾽ οὐχί; μὴ δολώσαντος θεοῦ.
Χορός
274πότερα δ᾽ ὀνείρων φάσματ᾽ εὐπιθῆ εὐπιθῆ Blomfield: εὐπειθῆ ex εὐειθεῖ factum M σέβεις;
Κλυταιμήστρα
275οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.
Χορός
276ἀλλ᾽ ἦ σ᾽ ἐπίανέν τις ἄπτερος φάτις;
Κλυταιμήστρα
277παιδὸς νέας ὣς κάρτ᾽ ἐμωμήσω φρένας.
Χορός
278ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;
Κλυταιμήστρα
279τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω.
Χορός
280καὶ τίς τόδ᾽ ἐξίκοιτ᾽ ἂν ἀγγέλων τάχος;
Κλυταιμήστρα
281Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
282φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾽ ἀγγάρου ἀγγάρου ex Etym. Mag. Center: ἀγγέλου codd. πυρὸς
283ἔπεμπεν: Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
284Λήμνου: μέγαν δὲ πανὸν πανὸν ex Athen. (xv. 700 E) Casaubon; φανὸν codd. ἐκ νήσου τρίτον
285Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
286ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
287ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
288πέμπει πέμπει Enger: πεύκη codd. alii πεύκη τὸ emendant: ἐπέσυτο Koch; fort. ἐπᾶλτο τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
289σέλας παραγγείλασα Μακίστου σκοπαῖς: σκοπαῖς Turnebus: σκοπάς codd.
290ὁ δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνῳ
291νικώμενος παρῆκεν ἀγγέλου μέρος:
292ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾽ Εὐρίπου ῥοὰς
293Μεσσαπίου φύλαξι σημαίνει μολόν.
294οἱ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
295γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
296σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη,
297ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, πεδίον Ἀσωποῦ recc.: παιδίον ὠποῦ M δίκην
298φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
299ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
300φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
301φρουρὰ προσαιθρίζουσα πόμπιμον φλόγα, προσαιθρίζουσα πόμπιμον φλόγα ex Hesychio huc rettulit Dindorf: πλέον καίουσα τῶν εἰρημένων inete codd.
302λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος:
303ὄρος τ᾽ ἐπ᾽ Αἰγίπλαγκτον ἐξικνούμενον
304ὤτρυνε θεσμὸν μηχανήσασθαι μηχανήσασθαι Margoliouth; μὴ χαρίζεσθαι codd. πυρός.
305πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένει
306φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
307πορθμοῦ κάτοπτον κάτοπτον Canter: κάτοπτρον codd. πρῶν᾽ ὑπερβάλλειν πρόσω
308φλέγουσαν, ἔστ᾽ ἔσκηψεν, εὖτ᾽ ἔστ᾽ . . . εὖτ᾽ Hermann: εἶτ᾽ . . . εἶτ᾽ codd. ἀφίκετο
309Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς:
310κἄπειτ᾽ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
311φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός.
312τοιοίδε τοί μοι τοιοίδε τοί μοι Schütz: τοιοίδ᾽ ἕτοιμοι B Fa λαμπαδηφόρων νόμοι,Versus 312–1067 e Med. cod. exciderunt: 312–348 testantur B Fl Fa, 349–1067 soli Fl Fa
313ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι:
314νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
315τέκμαρ τοιοῦτο σύμβολόν τε σοὶ λέγω
316ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
Χο.
317θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
318λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
319διηνεκῶς θέλοιμ᾽ ἂν ὡς λέγοις λέγοις Fa Fl: λέγεις B πάλιν.
Κλ.
320Τροίαν Ἀχαιοὶ τῇδ᾽ ἔχουσ᾽ ἐν ἡμέρᾳ.
321οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
322ὄξος τ᾽ ἄλειφά τ᾽ ἐγχέας ἐγχέας Canter: ἐκχέας codd. ταὐτῷ κύτει
323διχοστατοῦντ᾽ ἄν οὐ φίλως προσεννέποις.
324καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
325φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
326οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
327ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
328παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου
329δέρης ἀποιμώζουσι φιλτάτων μόρον:
330τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
331νήστεις νήστεις Fa: νῆστις Fl πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
332τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,
333ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
334ἐν <δ᾽> δ᾽ add. Pauw αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν
335ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων
336δρόσων τ᾽ ἀπαλλαγέντες, ὡς δ᾽ εὐδαίμονες δ᾽ εὐδαίμονες Stanley: δυσδαίμονες codd.
337ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
338εἰ δ᾽ εὖ σέβουσι εὖ σέβουσι Scaliger: εὐσεβοῦσι codd. τοὺς πολισσούχους θεοὺς
339τοὺς τῆς ἁλούσης γῆς θεῶν θ᾽ ἱδρύματα,
340οὔ τἂν ἑλόντες οὔ τἂν ἑλόντες Hermann: οὐκ ἀνελόντες B: οὐκ ἄν γ᾽ ἑλόντες Fl Fa αὖθις ἀνθαλοῖεν ἀνθαλοῖεν Auratus: ἂν θάνοιεν B: αὖ θάνοιεν Fl Fa ἄν.
341ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ ἐμπίπτῃ] ἐμπίπτει B: ἐμπίπτοι Fa: ἐμπίπτη mutatum in ἐμπίπτοι Fl στρατῷ
342πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.
343δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας
344κάμψαι διαύλου θάτερον κῶλον πάλιν:
345θεοῖς δ᾽ ἀναμπλάκητος εἰ μόλοι στρατός,
346ἐγρηγορὸς ἐγρηγορὸς Porson: ἐγρήγορον codd. τὸ πῆμα τῶν ὀλωλότων
347γένοιτ᾽ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά.
348τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις:
349τὸ δ᾽ εὖ κρατοίη, μὴ διχορρόπως ἰδεῖν.
350πολλῶν γὰρ ἐσθλῶν τήνδ᾽ τήνδ᾽ Hermann: τὴν codd. ὄνησιν εἱλόμην.
Χο.
351γύναι, κατ᾽ ἄνδρα σώφρον᾽ εὐφρόνως λέγεις.
352ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήρια
353θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
354χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
Anapests 1
355ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
356μεγάλων κόσμων κτεάτειρα,
357ἥτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλες
358στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
359μήτ᾽ οὖν νεαρῶν τιν᾽ ὑπερτελέσαι
360μέγα δουλείας
361γάγγαμον, ἄτης παναλώτου.
362Δία τοι ξένιον μέγαν αἰδοῦμαι
363τὸν τάδε πράξαντ᾽ ἐπ᾽ Ἀλεξάνδρῳ
364τείνοντα πάλαι τόξον, ὅπως ἂν
365μήτε πρὸ καιροῦ μήθ᾽ ὑπὲρ ἄστρων
366βέλος ἠλίθιον σκήψειεν.