Ἀγαμέμνων
Choral 6
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 6
Strophe 1
Χορός
367Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,
368πάρεστιν πάρεστιν Hartung: πάρεστι codd. τοῦτό γ᾽ ἐξιχνεῦσαι.
369ἔπραξαν ἔπραξαν Hermann: ὡς ἔπραξεν codd. ὡς ἔκρανεν. οὐκ ἔφα τις
370θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν
371ὅσοις ἀθίκτων χάρις
372πατοῖθ᾽: ὁ δ᾽ οὐκ εὐσεβής.
373πέφανται δ᾽ ἐκτίνου-
375σα τόλμα τῶν ἐκτίνουσα τόλμη τῶν Hartung: ἐγγόνους ἀτολμήτων codd. Ἄρη
376πνεόντων μεῖζον ἢ δικαίως,
377φλεόντων δωμάτων ὑπέρφευ
378ὑπὲρ τὸ βέλτιστον. ἔστω δ᾽ ἀπή-
379μαντον, ὥστ᾽ ἀπαρκεῖν ὥστ᾽ ἀπαρκεῖν Fl: ὥστε κἀπαρκεῖν Fa
380εὖ πραπίδων λαχόντα.
381οὐ γὰρ ἔστιν ἔπαλξις
382πλούτου πρὸς κόρον ἀνδρὶ
383λακτίσαντι μέγαν μέγαν Canter: μεγάλα codd. Δίκας
384βωμὸν εἰς ἀφάνειαν.
Antistrophe 1
Χορός
385βιᾶται δ᾽ ἁ τάλαινα πειθώ,
386προβούλου παῖς προβούλου παῖς Hartung: προβουλόπαις codd. ἄφερτος ἄτας.
387ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,
388πρέπει δέ, φῶς αἰνολαμπές, σίνος:
390κακοῦ δὲ χαλκοῦ τρόπον
391τρίβῳ τε τε om. Fl προσβολαῖς Pearson: προβολαῖς codd. καὶ προσβολαῖς
392μελαμπαγὴς πέλει
393δικαιωθείς, ἐπεὶ
394διώκει παῖς ποτανὸν ποτανὸν Schütz: πτανὸν codd. ὄρνιν,
395πόλει πρόστριμμ᾽ ἄφερτον ἐνθείς. ἐνθεὶς Fa: θεὶς Fl
396λιτᾶν δ᾽ ἀκούει μὲν οὔτις θεῶν:
397τὸν δ᾽ ἐπίστροφον τῶν τῶν Klausen: τῶνδε codd.
398φῶτ᾽ φῶτα Δίκη Blomfield ἄδικον καθαιρεῖ.
399οἷος καὶ Πάρις ἐλθὼν
400ἐς δόμον τὸν Ἀτρειδᾶν
401ᾔσχυνε ξενίαν τράπε-
402ζαν κλοπαῖσι γυναικός.
Strophe 2
Χορός
403λιποῦσα δ᾽ ἀστοῖσιν ἀσπίστοράς
404τε καὶ τε καὶ ante κλόνους H. L. Ahrens: post λογχίμους habent codd. κλόνους λογχίμους
405ναυβάτας <θ᾽> θ᾽ ad. Hermann ὁπλισμούς,
406ἄγουσά τ᾽ ἀντίφερνον Ἰλίῳ φθορὰν
407βέβακεν ῥίμφα διὰ πυλᾶν
408ἄτλητα τλᾶσα: πολλὰ δ᾽ ἔστενον πολὺ δ᾽ ἀνέστενον Fl
409τόδ᾽ ἐννέποντες δόμων προφῆται:
410“ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,
411ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
412πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους σιγὰς ἀτίμους ἀλοιδόρους Hermann: σιγᾶς ἄτιμος ἀλοίδορος codd.
413ἄλγιστ᾽ ἄλγιστ᾽ Enger: ἅδιστος codd. ἀφημένων ἀφημένων Dindorf: ἀφεμένων codd. ἰδεῖν.
414πόθῳ δ᾽ ὑπερποντίας
415φάσμα δόξει δόμων ἀνάσσειν.
416εὐμόρφων δὲ κολοσσῶν
417ἔχθεται χάρις ἀνδρί:
418ὀμμάτων δ᾽ ἐν ἀχηνίαις
419ἔρρει πᾶσ᾽ Ἀφροδίτα.
Antistrophe 2
Χορός
420ὀνειρόφαντοι δὲ πενθήμονες
421πάρεισι δόξαι φέρου-
422σαι χάριν ματαίαν.
423μάταν γάρ, εὖτ᾽ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ, ὁρᾷ Scholefield: ὁρᾶν codd.
424παραλλάξασα διὰ χερῶν,
425βέβακεν ὄψις οὐ μεθύστερον
426πτεροῖς ὀπαδοῦσ᾽ ὀπαδοῦσ᾽ Dobree: ὀπαδοῖς codd. ὕπνου κελεύθοις.”
427τὰ μὲν κατ᾽ οἴκους ἐφ᾽ ἑστίας ἄχη
428τάδ᾽ ἐστὶ καὶ τῶνδ᾽ ὑπερβατώτερα.
429τὸ πᾶν δ᾽ ἀφ᾽ Ἕλλανος Ἕλλανος Bamberger: Ἑλλάδος codd. αἴας συνορμένοις
430πένθεια τλησικάρδιοςfort. τηξικάρδιος (e gloss. in cod. Fa τήκουσα τὴν καρδίαν) Auratus
431δόμων ἑκάστου πρέπει.
432πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ:
433οὓς μὲν γάρ <τισ> τις add. Porson ἔπεμψεν
434οἶδεν, ἀντὶ δὲ φωτῶν
435τεύχη καὶ σποδὸς εἰς ἑκά-
436στου δόμους ἀφικνεῖται.
Strophe 3
Χορός
437ὁ χρυσαμοιβὸς δ᾽ Ἄρης σωμάτων
438καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς
440πυρωθὲν ἐξ Ἰλίου
441φίλοισι πέμπει βραχὺ βραχὺ Schütz: βαρὺ codd.
442ψῆγμα δυσδάκρυτον ἀν-
443τήνορος σποδοῦ γεμί-
444ζων λέβητας εὐθέτους. εὐθέτους Auratus: εὐθέτου codd.
445στένουσι δ᾽ εὖ λέγοντες ἄν-
446δρα τὸν μὲν ὡς μάχης ἴδρις,
447τὸν δ᾽ ἐν φοναῖς καλῶς πεσόντ᾽
448ἀλλοτρίας διαὶ διαὶ Hermann: διὰ codd. γυναι-
449κός: τὰ δὲ τὰ δὲ Hermann: τάδε codd. σῖγά τις βαΰ-
450ζει: φθονερὸν δ᾽ ὑπ᾽ ἄλγος ἕρ-
451πει προδίκοις Ἀτρείδαις.
452οἱ δ᾽ αὐτοῦ περὶ τεῖχος
453θήκας Ἰλιάδος γᾶς
454εὔμορφοι κατέχουσιν: ἐ-
455χθρὰ δ᾽ ἔχοντας ἔκρυψεν.
Antistrophe 3
Χορός
456βαρεῖα δ᾽ ἀστῶν φάτις ξὺν κότῳ:
457δημοκράντου δημοκράντου Porson: δημοκράτου codd. δ᾽ ἀρᾶς τίνει χρέος.
458μένει δ᾽ ἀκοῦσαί τί μου
460μέριμνα νυκτηρεφές.
461τῶν πολυκτόνων γὰρ οὐκ
462ἄσκοποι θεοί. κελαι-
463ναὶ δ᾽ Ἐρινύες χρόνῳ
464τυχηρὸν ὄντ᾽ ἄνευ δίκας
465παλιντυχεῖ παλιντυχεῖ Scaliger: παλιντυχῆ codd. τριβᾷ βίου
466τιθεῖσ᾽ ἀμαυρόν, ἐν δ᾽ ἀί-
467στοις τελέθοντος οὔτις ἀλ-
468κά: τὸ δ᾽ ὑπερκόπως ὑπερκόπως Grotius: ὑπερκότως codd. κλύειν
469εὖ βαρύ: βάλλεται γὰρ ὄσ-
470σοις Διόθεν κεραυνός.
471κρίνω δ᾽ ἄφθονον ὄλβον:
472μήτ᾽ εἴην πτολιπόρθης
473μήτ᾽ οὖν αὐτὸς ἁλοὺς ὑπ᾽ ἄλ-
474λων βίον κατίδοιμι.
Epode 7
Χορός
475πυρὸς δ᾽ ὑπ᾽ εὐαγγέλουinter choreutas hi vv. distribuendi: cf. ad 489
476πόλιν διήκει θοὰ
477βάξις: εἰ δ᾽ ἐτήτυμος, ἐτήτυμος Auratus: ἐτητύμως codd.
478τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ τι... πῃ H. L. Ahrens: τοι . . . μὴ codd. ψύθος.—
479τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,
480φλογὸς παραγγέλμασιν
481νέοις πυρωθέντα καρδίαν ἔπειτ᾽
482ἀλλαγᾷ λόγου καμεῖν;—
483[ἐν] ἐν seclusit Scaliger γυναικὸς αἰχμᾷ πρέπει
484πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.—
485πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ὅρος suspectum, ἔρος Blomfield ἐπινέμεται
486ταχύπορος: ἀλλὰ ταχύμορον
487γυναικογήρυτον ὄλλυται κλέος.—