The Greek Library Author

Aeschylus

Ἀγαμέμνων

Choral 16

Title variantsἈγαμέμνων · Agamemnon

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 16

Strophe 1

Χορός

1448φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,

1449μηδὲ δεμνιοτήρης,

1450μόλοι τὸν ἀεὶ φέρουσ᾽ ἐν ἡμῖν

1451Μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος

1452φύλακος εὐμενεστάτου

1453πολέα πολέα Haupt: καὶ πολλὰ codd. τλάντος γυναικὸς διαί;

1454πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον.

Ephymnion 1

Χορός

1455ἰὼ ἰὼ ἰὼ ἰὼ Blomfield: ἰὼ codd. παράνους παράνους Hermann: παρανόμους codd. Ἑλένα

1456μία τὰς πολλάς, τὰς πάνυ πολλὰς

1457ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ.

1458†νῦν δὲ τελείαν..metro sensuque incerta, ut in codd. leguntur, reliqui: post 1458 lacunam indicat Hermann, ut huic ephymnio respondeant vv. 1537–50 τελείαν] τέλειον Hartung, nihil excidisse ratus

1459πολύμναστον ἐπηνθίσω δι᾽ δι᾽ omitt. Wellauer, Hermann αἷμ᾽ ἄνιπτον,

1460ἥτις ἥτις] ἦ τις Schütz ἦν τότ᾽ ἐν δόμοις

1461ἔρις ἐρίδματος ἀνδρὸς οἰζύσ†.

Anapests 3

Κλυταιμήστρα

1462μηδὲν θανάτου μοῖραν ἐπεύχου

1463τοῖσδε βαρυνθείς:

1464μηδ᾽ εἰς Ἑλένην κότον ἐκτρέψῃς,

1465ὡς ἀνδρολέτειρ᾽, ὡς μία πολλῶν

1466ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ᾽

1467ἀξύστατον ἄλγος ἔπραξε.

Antistrophe 1

Χορός

1468δαῖμον, ὃς ἐμπίτνεις ἐμπίτνεις Canter: ἐμπίπτεισι codd. δώμασι καὶ

1469διφυίοισι διφυίοισι Hermann: διφυεῖσι codd. Τανταλίδαισιν, τανταλίδεσιν codd.

1470κράτος <τ᾽> τ᾽ add. Hermann ἰσόψυχον ἐκ γυναικῶν

1471καρδιόδηκτον καρδιόδηκτον Abresch: καρδία δηκτὸν codd. ἐμοὶ κρατύνεις.

1472ἐπὶ δὲ σώματος δίκαν [μοι] μοι seclusit Dindorf

1473κόρακος ἐχθροῦ σταθεῖσ᾽ σταθεῖσ᾽ Stanley: σταθεὶς codd. ἐκνόμως ἐκνόμως Fa: ἐννόμως Fl V

1474ὕμνον ὑμνεῖν ἐπεύχεται... δόμοις supplet Butler: νεκρῷ Enger Post 1474 iterat vv. 1455–61 burney, ut ephymnio 1 respondeant<˘¯>

Anapests 5

Κλυταιμήστρα

1475νῦν δ᾽ ὤρθωσας στόματος γνώμην,

1476τὸν τριπάχυντον τριπάχυντον Bamberger: τριπάχυιον codd.

1477δαίμονα γέννης τῆσδε κικλήσκων.

1478ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς

1479νείρῃ νείρῃ Casaubon: νείρει codd. τρέφεται, πρὶν καταλῆξαι

1480τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.

Strophe 2

Χορός

1481ἦ μέγαν οἰκονόμον οἰκονόμον Schneider; οἴκοις τοῖσδε codd.

1482δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,

1483φεῦ φεῦ, κακὸν αἶνον ἀτη-

1484ρᾶς τύχας ἀκορέστου:

1485ἰὴ ἰὴ διαὶ Διὸς

1486παναιτίου πανεργέτα: πανεργέτα Fa: πανεργέταν Fl V

1487τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;

1488τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν;

Ephymnion 2

Χορός

1489ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,

1490πῶς σε δακρύσω;

1491φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;

1492κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽

1493ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.

1494ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον

1495δολίῳ μόρῳ δαμεὶς <δάμαρτοσ> δάμαρτος add. Enger: idem 1519

1496ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

Anapests 8

Κλυταιμήστρα

1497αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν:

1498μηδ᾽ ἐπιλεχθῇς ἐπιλέξῃς Voss

1499Ἀγαμεμνονίαν εἶναί μ᾽ ἄλοχον.

1500φανταζόμενος δὲ γυναικὶ νεκροῦ

1501τοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρ

1502Ἀτρέως χαλεποῦ θοινατῆρος

1503τόνδ᾽ ἀπέτισεν,

1504τέλεον νεαροῖς ἐπιθύσας.

Antistrophe 2

Χορός

1505ὡς μὲν ἀναίτιος εἶ

1506τοῦδε φόνου τίς ὁ μαρτυρήσων;

1507πῶ πῶ; πατρόθεν δὲ συλλή-

1508πτωρ γένοιτ᾽ ἂν ἀλάστωρ.

1509βιάζεται δ᾽ ὁμοσπόροις

1510ἐπιρροαῖσιν αἱμάτων

1511μέλας Ἄρης, ὅποι δίκαν δίκαν Scholefield: δίκην Butler: δὲ καὶ codd. προβαίνων προβαίνων Canter: προσβαίνων codd.

1512πάχνᾳ κουροβόρῳ παρέξει.

Ephymnion 2

Χορός

1513ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,

1514πῶς σε δακρύσω;

1515φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;

1516κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽

1517ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.

1518ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον

1519δολίῳ μόρῳ δαμεὶς <δάμαρτοσ>

1520ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

Anapests 11

Κλυταιμήστρα

1521[οὔτ᾽ ἀνελεύθερον οἶμαι θάνατον

1522τῷδε γενέσθαι.]seclusit Seidler

1523οὐδὲ γὰρ οὗτος δολίαν ἄτην

1524οἴκοισιν ἔθηκ᾽;

1525ἀλλ᾽ ἐμὸν ἐκ τοῦδ᾽ ἔρνος ἀερθέν,

1526τὴν πολυκλαύτην πολυκλαύτην Porson: πολύκλαυτόν τ᾽ codd. Ἰφιγενείαν,

1527ἄξια ἄξια ante δράσας Hermann: ἀνάξια codd. δράσας ἄξια πάσχων

1528μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,

1529ξιφοδηλήτῳ, θανάτῳ τίσας ἅπερ ἦρξεν. ἔρξεν Spanheim

Strophe 3

Χορός

1530ἀμηχανῶ φροντίδος στερηθεὶς

1531εὐπάλαμον μέριμναν

1532ὅπα τράπωμαι, πίτνοντος οἴκου.

1533δέδοικα δ᾽ ὄμβρου κτύπον δομοσφαλῆ

1534τὸν αἱματηρόν: ψακὰς δὲ λήγει.

1535δίκην δίκην Auratus: δίκη codd. δ᾽ ἐπ᾽ ἄλλο πρᾶγμα θηγάνει θηγάνει Hermann: θήγει codd. [fort. Δίκα δ᾽ ... θηγάναις μάχαιραν Musgrave] βλάβης

1536πρὸς ἄλλαις θηγάναισι Μοῖρα.

Ephymnion 3

Χορός

1537ἰὼ γᾶ γᾶ, εἴθ᾽ ἔμ᾽ ἐδέξω,

1538πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου

1540δροίτας κατέχοντα χαμεύνην.

1541τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;

1542ἦ σὺ τόδ᾽ ἔρξαι τλήσει, κτείνασ᾽

1543ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι,

1545ψυχῇ τ᾽ ψυχῇ τ᾽ E.A.I. Ahrens: ψυχὴν codd. ἄχαριν χάριν ἀντ᾽ ἔργων

1546μεγάλων ἀδίκως ἐπικρᾶναι;

1547τίς δ᾽ ἐπιτύμβιον αἶνον ἐπιτύμβιον αἶνον Voss: ἐπιτύμβιος αἶνος codd. ἐπ᾽ ἀνδρὶ θείῳ

1548σὺν δακρύοις ἰάπτων

1550ἀλαθείᾳ φρενῶν πονήσει;

Anapests 14

Κλυταιμήστρα

1551οὐ σὲ προσήκει τὸ μέλημ᾽ ἀλέγειν μέλημ᾽ ἀλέγειν Karsten: μέλημα λέγειν codd. post 1554 duo versus excidisse indicavit Hermann

1552τοῦτο: πρὸς ἡμῶν

1553κάππεσε, κάτθανε, καὶ καταθάψομεν

1554οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,..

1555ἀλλ᾽ Ἰφιγένειά νιν Ἰφιγένειά νιν Auratus: Ἰφιγένειαν ἵν᾽ codd. ἀσπασίως

1556θυγάτηρ, ὡς χρή,

1557πατέρ᾽ ἀντιάσασα πρὸς ὠκύπορον

1558πόρθμευμ᾽ ἀχέων

1559περὶ χεῖρε χεῖρε Porson: χεῖρα codd. βαλοῦσα φιλήσει.

Antistrophe 3

Χορός

1560ὄνειδος ἥκει τόδ᾽ ἀντ᾽ ὀνείδους.

1561δύσμαχα δ᾽ ἔστι κρῖναι.

1562φέρει φέροντ᾽, ἐκτίνει δ᾽ ὁ καίνων.

1563μίμνει δὲ μίμνοντος ἐν θρόνῳ θρόνῳ Schütz: χρόνῳ codd. Διὸς

1564παθεῖν τὸν ἔρξαντα: θέσμιον γάρ.

1565τίς ἂν γονὰν ἀραῖον ἀραῖον Hermann: ῥᾷον codd. ἐκβάλοι δόμων;

1566κεκόλληται γένος πρὸς ἄτᾳ. πρὸς ἄτᾳ Blomfield: προσάψαι codd. Post 1566 iterat vv. 1537–50 Burney

Anapests 16

Κλυταιμήστρα

1567ἐς τόνδ᾽ ἐνέβη ξὺν ἀληθείᾳ

1568χρησμός. χρησμός Casaubon: χρησμόν codd. ἐγὼ δ᾽ οὖν

1569ἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν

1570ὅρκους θεμένη τάδε μὲν στέργειν,

1571δύστλητά περ ὄνθ᾽: ὃ δὲ λοιπόν, ἰόντ᾽

1572ἐκ τῶνδε δόμων ἄλλην γενεὰν

1573τρίβειν θανάτοις αὐθένταισι:

1574κτεάνων τε μέρος

1575βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι δ᾽ eiecit Canter: ordinem mutavit Erfurdt μανίας μελάθρων

1576ἀλληλοφόνους μοι δ᾽ ἀλληλοφόνους μανίας μελάθρων codd. ἀφελούσῃ.