Ἀγαμέμνων
Episode 17
Title variantsἈγαμέμνων · Agamemnon
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg005.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 17
Αἴγισθος
1577ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.
1578φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους
1579θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,
1580ἰδὼν ὑφαντοῖς ἐν πέπλοις πέπλοις] πάγαις Nauck Ἐρινύων
1581τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί,
1582χερὸς πατρῴας ἐκτίνοντα μηχανάς.
1583Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,
1584πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,
1585αὑτοῦ δ᾽ αὑτοῦ δ᾽ Elmsley: αὐτοῦ τ᾽ codd. ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,
1586ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.
1587καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν
1588τλήμων Θυέστης μοῖραν ηὕρετ᾽ ἀσφαλῆ,
1589τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον.
1590[αὐτοῦ] ξένια δὲ τοῦδε δύσθεος πατὴρ
1591[Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως,] αὐτοῦ et Ἀτρεύς ... φίλως seclusit Schütz πατρὶ
1592τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν
1593δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.
1594τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας
1595ἔθρυπτ᾽ ἄνωθεν ἀνδρακὰς καθήμενοςfortasse καθημένοις Hermann
1596ἄσημ᾽: ὁ δ᾽ ἄσημ᾽: ὁ δ᾽ Dindorf: ἄσημα δ᾽ codd. αὐτῶν αὐτίκ᾽ ἀγνοίᾳ λαβὼν
1597ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.
1598κἄπειτ᾽ ἐπιγνοὺς ἔργον οὐ καταίσιον
1599ᾤμωξεν, ἀμπίπτει ἀμπίπτει Canter: ἄν, πίπτει codd. δ᾽ ἀπὸ σφαγὴν σφαγὴν Auratus: σφαγῆς codd. ἐρῶν,
1600μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται,
1601λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,
1602οὕτως ὀλέσθαι ὀλέσθαι Porson: ὀλέσθη codd. πᾶν τὸ Πλεισθένους γένος.
1603ἐκ τῶνδέ σοι πεσόντα τόνδ᾽ ἰδεῖν πάρα.
1604κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.
1605τρίτον γὰρ ὄντα μ᾽ ἐπὶ δυσαθλίῳ δυσαθλίῳ Schömann: δέκ᾽ ἀθλίῳ codd.: αὐτὸν ὄντα μ᾽ ἀθλίῳ Wecklein πατρὶ
1606συνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις:
1607τραφέντα δ᾽ αὖθις ἡ δίκη κατήγαγεν.
1608καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,
1609πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
1610οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,
1611ἰδόντα ἰδόντι Fa τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.
Χορός
1612Αἴγισθ᾽, ὑβρίζειν ἐν κακοῖσιν κακοῖσιν] καμοῦσιν Porson οὐ σέβω.
1613σὺ δ᾽ ἄνδρα τόνδε φῂς τόνδε φῂς Pauw: τόνδ᾽ ἔφης codd. ἑκὼν κατακτανεῖν,
1614μόνος δ᾽ ἔποικτον τόνδε βουλεῦσαι φόνον:
1615οὔ φημ᾽ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα
1616δημορριφεῖς, σάφ᾽ ἴσθι, λευσίμους ἀράς.
Αἴγισθος
1617σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος
1618κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;
1619γνώσει γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ
1620τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.
1621δεσμὸς δεσμὸς Fa: δεσμὸν Fl V δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες
1622δύαι διδάσκειν ἐξοχώταται φρενῶν
1623ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;
1624πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας παίσας (ex schol. ad Pind. Pyth. ii) Hermann: πήσας codd. μογῇς.
Χορός
1625γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένων μένων Wieseler: νέον codd.
1626οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνας αἰσχύνας Wiesler: αἰσχύνουσ᾽ codd. ἅμα
1627ἀνδρὶ στρατηγῷ τόνδ᾽ ἐβούλευσας μόρον;
Αἴγισθος
1628καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.
1629Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.
1630ὁ μὲν γὰρ ἦγε πάντ᾽ ἀπὸ φθογγῆς χαρᾷ,
1631σὺ δ᾽ ἐξορίνας νηπίοις νηπίοις Jacob: ἠπίοις codd. ὑλάγμασιν
1632ἄξει: κρατηθεὶς δ᾽ ἡμερώτερος φανεῖ.
Χορός
1633ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσει,
1634ὃς οὐκ, ἐπειδὴ τῷδ᾽ ἐβούλευσας τῷδ᾽ ἐβούλευσας Fa: τῷδε βουλεύσας Fl V μόρον,Post 1635 transponit vv. 1643–8 Heimsoeth
1635δρᾶσαι τόδ᾽ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.
Αἴγισθος
1636τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς:
1637ἐγὼ δ᾽ ὕποπτος ἐχθρὸς ἦ ἦ Porson: ἢ codd. παλαιγενής.
1638ἐκ τῶν δὲ τῶν δὲ Jacob: τῶνδε codd. τοῦδε χρημάτων πειράσομαι
1639ἄρχειν πολιτῶν: τὸν δὲ μὴ πειθάνορα
1640ζεύξω βαρείαις οὔτι μοι μοι Pauw: μὴ codd. σειραφόρον
1641κριθῶντα πῶλον: ἀλλ᾽ ὁ δυσφιλεῖ σκότῳ δυσφιλεῖ σκότῳ Scaliger: δυσφιλὴς κότῳ codd.
1642λιμὸς ξύνοικος μαλθακόν σφ᾽ ἐπόψεται.
Χορός
1643τί δὴ τὸν ἄνδρα τόνδ᾽ ἀπὸ ψυχῆς κακῆς
1644οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν νιν Spanheim: σὺν codd. γυνὴPost 1649 versum excidisse indicat Hermann
1645χώρας μίασμα καὶ θεῶν ἐγχωρίων
1646ἔκτειν᾽; Ὀρέστης ἆρά που βλέπει φάος,
1647ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ
1648ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;
Close 1
Αἴγισθος
1649ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν καὶ λέγειν, γνώσει τάχα.
1650εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.Aegistho dat Stanley; choro codd.
Χορός
1651εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.
Αἴγισθος
1652ἀλλὰ μὴν κἀγὼ πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.
Χορός
1653δεχομένοις λέγεις θανεῖν σε: τὴν τύχην δ᾽ αἱρούμεθα. αἱρούμεθα Auratus: ἐρούμεθα codd.
Κλυταιμήστρα
1654μηδαμῶς, ὦ φίλτατ᾽ ἀνδρῶν, ἄλλα δράσωμεν δράσωμεν Victorius: δράσομεν codd. κακά.
1655ἀλλὰ καὶ τάδ᾽ ἐξαμῆσαι πολλὰ δύστηνον θέρος: θέρος Schütz: ὁ ἔρως codd.
1656πημονῆς δ᾽ ἅλις γ᾽ ὑπάρχει: ὑπάρχει Scaliger: ὕπαρχε codd. μηδὲν αἱματώμεθα. αἱματώμεθα Jacob: ἡματώμεθα codd.
1657στεῖχε καὶ σὺ χοἰ στεῖχε καὶ σὺ χοἰ Franz: στείχετε δ᾽ οἱ codd. γέροντες πρὸς δόμους πεπρωμένους τούσδε seclusit Auratus
1658[τούσδε],
1659πρὶν παθεῖν ἔρξαντες: ἀρκεῖν ἔρξαντες: ἀρκεῖν Hermann: ἔρξαντες καιρὸν Fl: ἔρξαντα καιρὸν V Fa χρῆν τάδ᾽ ὡς ἐπράξαμεν. εἰ δέ τοι μόχθων γένοιτο τῶνδ᾽ ἅλις, δεχοίμεθ᾽ δεχοίμεθ᾽ Martin: γ᾽ ἐχοίμεθ᾽ codd. ἄν,
1660δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.
1661ὧδ᾽ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.
Αἴγισθος
1662ἀλλὰ τούσδ᾽ ἐμοὶ τούσδ᾽ ἐμοὶ Voss: τούσδε μοι codd. ματαίαν γλῶσσαν ὧδ᾽ ἀπανθίσαι
1663κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος δαίμονος Casaubon: δαίμονας codd. πειρωμένους,
1664σώφρονος γνώμης δ᾽ ἁμαρτεῖν τὸν ἁμαρτεῖν τὸν Casaubon: ἁμαρτῆτον Fl Fa κρατοῦντά <θ᾽ ὑβρίσαι>. θ᾽ ὑβρίσαι add. Blomfield
Χορός
1665οὐκ ἂν Ἀργείων τόδ᾽ εἴη, φῶτα προσσαίνειν κακόν.
Αἴγισθος
1666ἀλλ᾽ ἐγώ σ᾽ ἐν ὑστέραισιν ἡμέραις μέτειμ᾽ ἔτι.
Χορός
1667οὔκ, ἐὰν δαίμων Ὀρέστην δεῦρ᾽ ἀπευθύνῃ μολεῖν.
Αἴγισθος
1668οἶδ᾽ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.
Χορός
1669πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.
Αἴγισθος
1670ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.
Χορός
1671κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε ὥστε Scaliger: ὥστερ codd. θηλείας πέλας.
Κλυταιμήστρα
1672μὴ προτιμήσῃς ματαίων τῶνδ᾽ ὑλαγμάτων: <ἐγὼ>
1673καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων <καλῶσ>. ἐγὼ et καλῶς addiderunt Canter et Auratus e schol.