The Greek Library Author

Euripides

Μήδεια

Episode 1

Title variantsΜήδεια · Medea · Médée · Medee

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Τροφός

1Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος

2Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,

3μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε

4τμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέρας

5ἀνδρῶν ἀρίστων, οἳ τὸ πάγχρυσον δέρας

6Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ

7Μήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίας

8ἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος·

9οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας

10πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν

11ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν

12φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα,

13αὐτή τε πάντα ξυμφέρουσ’ Ἰάσονι·

14ἥπερ μεγίστη γίγνεται σωτηρία,

15ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.

16νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα.

17προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴν

18γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται,

19γήμας Κρέοντος παῖδ’, ὃς αἰσύμνᾷ χθονός·

20Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη

21βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιάς,

22πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται

23οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.

24κεῖται δ’ ἄσιτος, σῶμ’ ὑφεῖσ’ ἀλγηδόσι,

25τὸν πάντα συντήκουσα δακρύοις χρόνον,

26ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ’ ἠδικημένη,

27οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆς

28πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος

29κλύδων ἀκούει νουθετουμένη φίλων·

30ἢν μή ποτε στρέψασα πάλλευκον δέρην

31αὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξῃ φίλον

32καὶ γαῖαν οἴκους θ’, οὓς προδοῦσ’ ἀφίκετο

33μετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.

34ἔγνωκε δ’ ἡ τάλαινα συμφορᾶς ὕπο

35οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.

36στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται.

37δέδοικα δ’ αὐτὴν μή τι βουλεύσῃ νέον·

38βαρεῖα γὰρ φρήν, οὐδ’ ἀνέξεται κακῶς

39πάσχουσ’· ἐγᾦδα τήνδε, δειμαίνω τέ νιν

40μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος,

41σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ ἔστρωται λέχος,

42ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ,

43κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.

44δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼν

45ἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται.

46ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι

47στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι

48κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.

Παιδαγωγός

49παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς,

50τί πρὸς πύλαισι τήνδ’ ἄγουσ’ ἐρημίαν

51ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά;

52πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;

Τροφός

53τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος,

54χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν

55κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται.

56ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος,

57ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ

58λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.

Παιδαγωγός

59οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;

Τροφός

60ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.

Παιδαγωγός

61ὦ μῶρος—εἰ χρὴ δεσπότας εἰπεῖν τόδε·

62ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.

Τροφός

63τί δ’ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι.

Παιδαγωγός

64οὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα.

Τροφός

65μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν·

66σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι.

Παιδαγωγός

67ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,

68πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοι

69θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,

70ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας

71σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς

72Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε

73οὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε.

Τροφός

74καὶ ταῦτ’ Ἰάσων παῖδας ἐξανέξεται

75πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει;

Παιδαγωγός

76παλαιὰ καινῶν λείπεται κηδευμάτων,

77κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.

Τροφός

78ἀπωλόμεσθ’ ἄρ’, εἰ κακὸν προσοίσομεν

79νέον παλαιῷ, πρὶν τόδ’ ἐξηντληκέναι.

Παιδαγωγός

80ἀτὰρ σύ γ’—οὐ γὰρ καιρὸς εἰδέναι τόδε

81δέσποιναν—ἡσύχαζε καὶ σίγα λόγον.

Τροφός

82ὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ;

83ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός·

84ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται.

Παιδαγωγός

85τίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε,

86ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,

87οἳ μὲν δικαίως, οἳ δὲ καὶ κέρδους χάριν,

88εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ.

Τροφός

89ἴτ’—εὖ γὰρ ἔσται—δωμάτων ἔσω, τέκνα.

90σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχε

91καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.

92ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην

93τοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται

94χόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινα . . .

95ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.