Μήδεια
Episode 13
Title variantsΜήδεια · Medea · Médée · Medee
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg003.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 13
Ἰάσων
1293γυναῖκες, αἳ τῆσδ’ ἐγγὺς ἕστατε στέγης,
1294ἆρ’ ἐν δόμοισιν ἡ τὰ δείν’ εἰργασμένη
1295Μήδεια τοῖσδ’ ἔτ’, ἢ μεθέστηκεν φυγῇ;
1296δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω,
1297ἢ πτηνὸν ἆραι σῶμ’ ἐς αἰθέρος βάθος,
1298εἰ μὴ τυράννων δώμασιν δώσει δίκην·
1299πέποιθ’ ἀποκτείνασα κοιράνους χθονὸς
1300ἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων;
1301ἀλλ’ οὐ γὰρ αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω·
1302κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς,
1303ἐμῶν δὲ παίδων ἦλθον ἐκσῴσων βίον,
1304μή μοί τι δράσωσ’ οἱ προσήκοντες γένει,
1305μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον.
Χορός
1306ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας,
1307Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους.
Ἰάσων
1308τί δ’ ἔστιν; ἦ που κἄμ’ ἀποκτεῖναι θέλει;
Χορός
1309παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν.
Ἰάσων
1310οἴμοι τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.
Χορός
1311ὡς οὐκέτ’ ὄντων σῶν τέκνων φρόντιζε δή.
Ἰάσων
1312ποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ἢ ἔξωθεν δόμων;
Χορός
1313πύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον.
Ἰάσων
1314χαλᾶτε κλῇδας ὡς τάχιστα, πρόσπολοι,
1315ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν,
1316τοὺς μὲν θανόντας—τὴν δὲ τείσωμαι δίκην.
Μήδεια
1317τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας,
1318νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;
1319παῦσαι πόνου τοῦδ’. εἰ δ’ ἐμοῦ χρείαν ἔχεις,
1320λέγ’, εἴ τι βούλῃ, χειρὶ δ’ οὐ ψαύσεις ποτέ.
1321τοιόνδ’ ὄχημα πατρὸς Ἥλιος πατὴρ
1322δίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός.
Ἰάσων
1323ὦ μῖσος, ὦ μέγιστον ἐχθίστη γύναι
1324θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει,
1325ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος
1326ἔτλης τεκοῦσα, κἄμ’ ἄπαιδ’ ἀπώλεσας·
1327καὶ ταῦτα δράσασ’ ἥλιόν τε προσβλέπεις
1328καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον·
1329ὄλοι’· ἐγὼ δὲ νῦν φρονῶ, τότ’ οὐ φρονῶν,
1330ὅτ’ ἐκ δόμων σε βαρβάρου τ’ ἀπὸ χθονὸς
1331Ἕλλην’ ἐς οἶκον ἠγόμην, κακὸν μέγα,
1332πατρός τε καὶ γῆς προδότιν ἥ σ’ ἐθρέψατο.
1333τὸν σὸν δ’ ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί·
1334κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον
1335τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος.
1336ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲ
1337παρ’ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα,
1338εὐνῆς ἕκατι καὶ λέχους σφ’ ἀπώλεσας.
1339οὐκ ἔστιν ἥτις τοῦτ’ ἂν Ἑλληνὶς γυνὴ
1340ἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ
1341γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί,
1342λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος
1343Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.
1344ἀλλ’ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσι
1345δάκοιμι· τοιόνδ’ ἐμπέφυκέ σοι θράσος·
1346ἔρρ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε·
1347ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’ αἰάζειν πάρα,
1348ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι,
1349οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην
1350ἕξω προσειπεῖν ζῶντας, ἀλλ’ ἀπώλεσα.
Μήδεια
1351μακρὰν ἂν ἐξέτεινα τοῖσδ’ ἐναντίον
1352λόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο
1353οἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω·
1354σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχη
1355τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοί·
1356οὐδ’ ἡ τύραννος, οὐδ’ ὁ σοὶ προσθεὶς γάμους
1357Κρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός.
1358πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλει
1359καὶ Σκύλλαν ἣ Τυρσηνὸν ᾤκησεν πέδον·
1360τῆς σῆς γὰρ ὡς χρὴ καρδίας ἀνθηψάμην.
Ἰάσων
1361καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ.
Μήδεια
1362σάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾷς.
Ἰάσων
1363ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε.
Μήδεια
1364ὦ παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ.
Ἰάσων
1365οὔτοι νυν ἡμὴ δεξιά σφ’ ἀπώλεσεν.
Μήδεια
1366ἀλλ’ ὕβρις, οἵ τε σοὶ νεοδμῆτες γάμοι.
Ἰάσων
1367λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν.
Μήδεια
1368σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς;
Ἰάσων
1369ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά.
Μήδεια
1370οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται.
Ἰάσων
1371οἵδ’ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες.
Μήδεια
1372ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.
Ἰάσων
1373ἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα.
Μήδεια
1374στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.
Ἰάσων
1375καὶ μὴν ἐγὼ σήν· ῥᾴδιον δ’ ἀπαλλαγαί.
Μήδεια
1376πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.
Ἰάσων
1377θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.
Μήδεια
1378οὐ δῆτ’, ἐπεί σφας τῇδ’ ἐγὼ θάψω χερί,
1379φέρουσ’ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ,
1380ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ,
1381τύμβους ἀνασπῶν· γῇ δὲ τῇδε Σισύφου
1382σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν
1383τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.
1384αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως,
1385Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.
1386σὺ δ’, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς,
1387Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος,
1388πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.
Anapests 1
Ἰάσων
1389ἀλλά σ’ Ἐρινὺς ὀλέσειε τέκνων
1390φονία τε Δίκη.
Μήδεια
1391τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων,
1392τοῦ ψευδόρκου καὶ ξειναπάτου;
Ἰάσων
1393φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ.
Μήδεια
1394στεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον.
Ἰάσων
1395στείχω, δισσῶν γ’ ἄμορος τέκνων.
Μήδεια
1396οὔπω θρηνεῖς· μένε καὶ γῆρας.
Ἰάσων
1397ὦ τέκνα φίλτατα.
Μήδεια
1397bμητρί γε, σοὶ δ’ οὔ.
Ἰάσων
1398κἄπειτ’ ἔκανες;
Μήδεια
1398bσέ γε πημαίνουσ’.
Ἰάσων
1399ὤμοι, φιλίου χρῄζω στόματος
1400παίδων ὁ τάλας προσπτύξασθαι.
Μήδεια
1401νῦν σφε προσαυδᾷς, νῦν ἀσπάζῃ,
1402τότ’ ἀπωσάμενος.
Ἰάσων
1402bδός μοι πρὸς θεῶν
1403μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων.
Μήδεια
1404οὐκ ἔστι· μάτην ἔπος ἔρριπται.
Ἰάσων
1405Ζεῦ, τάδ’ ἀκούεις ὡς ἀπελαυνόμεθ’,
1406οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς
1407καὶ παιδοφόνου τῆσδε λεαίνης;
1408ἀλλ’ ὁπόσον γοῦν πάρα καὶ δύναμαι
1409τάδε καὶ θρηνῶ κἀπιθεάζω,
1410μαρτυρόμενος δαίμονας ὥς μοι
1411τέκνα κτείνασ’ ἀποκωλύεις
1412ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς,
1413οὓς μήποτ’ ἐγὼ φύσας ὄφελον
1414πρὸς σοῦ φθιμένους ἐπιδέσθαι.
Χορός
1415πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ,
1416πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·
1417καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,
1418τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
1419τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.