The Greek Library Author

Euripides

Μήδεια

Episode 5

Title variantsΜήδεια · Medea · Médée · Medee

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 5

Ἰάσων

446οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις

447τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν.

448σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν

449κούφως φερούσῃ κρεισσόνων βουλεύματα,

450λόγων ματαίων οὕνεκ’ ἐκπεσῇ χθονός.

451κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲ

452λέγουσ’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ·

453ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα,

454πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ.

455κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων

456ὀργὰς ἀφῄρουν καί σ’ ἐβουλόμην μένειν·

457σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγουσ’ ἀεὶ

458κακῶς τυράννους· τοιγὰρ ἐκπεσῇ χθονός.

459ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοις

460ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι,

461ὡς μήτ’ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς

462μήτ’ ἐνδεής του· πόλλ’ ἐφέλκεται φυγὴ

463κακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς,

464οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.

Μήδεια

465ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω,

466γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν·

467ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς;

468θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει;

469οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία,

470φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν,

471ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων

472πασῶν, ἀναίδει’· εὖ δ’ ἐποίησας μολών·

473ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι

474ψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων.

475ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.

476ἔσῳσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι

477ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος,

478πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην

479ζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην·

480δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρας

481σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν,

482κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον.

483αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺς

484τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην

485σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα·

486Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν,

487παίδων ὑπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον.

488καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν

489προύδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη—

490παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι,

491συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους.

492ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖν

493ἦ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι,

494ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν,

495ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν.

496φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου,

497καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθα

498κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν.

499ἄγ’· ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι

500—δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς;

501ὅμως δ’· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ—

502νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους,

503οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;

504ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖν

505δέξαιντό μ’ οἴκοις ὧν πατέρα κατέκτανον.

506ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις

507ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶς

508δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.

509τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων

510ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε

511ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ,

512εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη,

513φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις—

514καλόν γ’ ὄνειδος τῷ νεωστὶ νυμφίῳ,

515πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσῳσά σε.

516ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖ

517τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ,

518ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,

519οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;

Χορός

520δεινή τις ὀργὴ καὶ δυσίατος πέλει,

521ὅταν φίλοι φίλοισι συμβάλωσ’ ἔριν.

Ἰάσων

522δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν,

523ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον

524ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν

525τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν.

526ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν,

527Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας

528σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην.

529σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός—ἀλλ’ ἐπίφθονος

530λόγος διελθεῖν, ὡς Ἔρως σ’ ἠνάγκασε

531τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῷσαι δέμας.

532ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν·

533ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει.

534μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας

535εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω.

536πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς

537γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι

538νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·

539πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴν

540καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις

541ὅροισιν ᾤκεις, οὐκ ἂν ἦν λόγος σέθεν.

542εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις

543μήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος,

544εἰ μὴ ’πίσημος ἡ τύχη γένοιτό μοι.

545τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι

546ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.

547ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας,

548ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς,

549ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος

550καὶ παισὶ τοῖς ἐμοῖσιν—ἀλλ’ ἔχ’ ἥσυχος.

551ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς

552πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους,

553τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον

554ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;

555οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος,

556καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος,

557οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων·

558ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι·

559ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς

560καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι

561πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος,

562παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν

563σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις

564ἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος

565εὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ;

566ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις

567τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;

568οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.

569ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης

570εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε,

571ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος,

572τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα

573τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς

574παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος·

575χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.

Χορός

576Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους·

577ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ,

578δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.

Μήδεια

579ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν.

580ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν

581πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει·

582γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν,

583τολμᾷ πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός.

584ὡς καὶ σὺ μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ

585λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος·

586χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με

587γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων.

Ἰάσων

588καλῶς γ’ ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ,

589εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν

590τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον.

Μήδεια

591οὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος

592πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.

Ἰάσων

593εὖ νῦν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα

594γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω,

595ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῷσαι θέλων

596σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους

597φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι.

Μήδεια

598μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος

599μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.

Ἰάσων

600οἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ;

601τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ,

602μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.

Μήδεια

603ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή,

604ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα.

Ἰάσων

605αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ.

Μήδεια

606τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;

Ἰάσων

607ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.

Μήδεια

608καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις.

Ἰάσων

609ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.

610ἀλλ’, εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇ

611προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν,

612λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ

613ξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί σ’ εὖ.

614καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι·

615λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα.

Μήδεια

616οὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἄν,

617οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου·

618κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει.

Ἰάσων

619ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι,

620ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω·

621σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίᾳ

622φίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον.

Μήδεια

623χώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρης

624αἱρῇ χρονίζων δωμάτων ἐξώπιος.

625νύμφευ’· ἴσως γάρ—σὺν θεῷ δ’ εἰρήσεται—

626γαμεῖς τοιοῦτον ὥστε σ’ ἀρνεῖσθαι γάμον.