The Greek Library Author

Euripides

Μήδεια

Episode 9

Title variantsΜήδεια · Medea · Médée · Medee

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 9

Ἰάσων

866ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς

867οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι

868τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι.

Μήδεια

869Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων

870συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν

871εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα.

872ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην

873κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι

874καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,

875ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι

876πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα,

877γήμας τύραννον καὶ κασιγνήτους τέκνοις

878ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι

879θυμοῦ—τί πάσχω;—θεῶν ποριζόντων καλῶς;

880οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα

881φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;

882ταῦτ’ ἐννοήσασ’ ᾐσθόμην ἀβουλίαν

883πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.

884νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖς

885κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων,

886ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων,

887καὶ ξυγγαμεῖν σοι, καὶ παρεστάναι λέχει

888νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.

889ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,

890γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι κακοῖς,

891οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων.

892παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν

893τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε·

894ὦ τέκνα τέκνα, δεῦτε, λείπετε στέγας,

895ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε

896πατέρα μεθ’ ἡμῶν, καὶ διαλλάχθηθ’ ἅμα

897τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·

898σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.

899λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν

900ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.

901ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον

902φίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ,

903ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.

904χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη

905ὄψιν τέρειναν τήνδ’ ἔπλησα δακρύων.

Χορός

906κἀμοὶ κατ’ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ·

907καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν.

Ἰάσων

908αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι·

909εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος

910γάμου παρεμπολῶντος ἀλλοίου πόσει.

911ἀλλ’ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ,

912ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ,

913βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος.

914ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ

915πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν·

916οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας

917τὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.

918ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεται

919πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής·

920ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος

921μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.

922αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,

923στρέψασα λευκὴν ἔμπαλιν παρηίδα;

924κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;

Μήδεια

925οὐδέν. τέκνων τῶνδ’ ἐννοουμένη πέρι.

Ἰάσων

926θάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι.

Μήδεια

927δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις·

928γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.

Ἰάσων

929τί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις;

Μήδεια

930ἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα,

931ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε.

932ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους,

933τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι.

934ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ—

935κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γιγνώσκω καλῶς,

936μήτ’ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς

937ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις—

938ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαίρομεν φυγῇ,

939παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί,

940αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα.

Ἰάσων

941οὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.

Μήδεια

942σὺ δ’ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸς

943γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.

Ἰάσων

944μάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ.

Μήδεια

945εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία.

946συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·

947πέμψω γὰρ αὐτῇ δῶρ’ ἃ καλλιστεύεται

948τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ,

949λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον

950παῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼν

951κόσμον κομίζειν δεῦρο προσπόλων τινά.

952εὐδαιμονήσει δ’ οὐχ ἕν, ἀλλὰ μυρία,

953ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦσ’ ὁμευνέτου

954κεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιος

955πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.

956λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας

957καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε

958φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.

Ἰάσων

959τί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας;

960δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,

961δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε.

962εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς

963γυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ.

Μήδεια

964μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος·

965χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.

966κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός,

967νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰς

968ψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον.

969ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμους

970πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν,

971ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα,

972κόσμον διδόντες—τοῦδε γὰρ μάλιστα δεῖ—

973ἐς χεῖρ’ ἐκείνης δῶρα δέξασθαι τάδε.

974ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖν

975εὐάγγελοι γένοισθε πράξαντες καλῶς.