Μήδεια
Choral 2
Title variantsΜήδεια · Medea · Médée · Medee
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg003.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 2
Anapests 1
Μήδεια
ἔνδοθεν
96ἰώ,
96aδύστανος ἐγὼ μελέα τε πόνων,
97ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν;
Anapests 2
Τροφός
98τόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρ
99κινεῖ κραδίαν, κινεῖ δὲ χόλον.
100σπεύσατε θᾶσσον δώματος εἴσω
101καὶ μὴ πελάσητ’ ὄμματος ἐγγύς,
102μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’
103ἄγριον ἦθος στυγεράν τε φύσιν
104φρενὸς αὐθάδους.—
105ἴτε νῦν, χωρεῖθ’ ὡς τάχος εἴσω.—
106δῆλον δ’ ἀρχῆς ἐξαιρόμενον
107νέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψει
108μείζονι θυμῷ· τί ποτ’ ἐργάσεται
109μεγαλόσπλαγχνος δυσκατάπαυστος
110ψυχὴ δηχθεῖσα κακοῖσιν;
Anapests 3
Μήδεια
111αἰαῖ,
111aἔπαθον τλάμων ἔπαθον μεγάλων
112ἄξι’ ὀδυρμῶν· ὦ κατάρατοι
113παῖδες ὄλοισθε στυγερᾶς ματρὸς
114σὺν πατρί, καὶ πᾶς δόμος ἔρροι.
Anapests 4
Τροφός
115ἰώ μοί μοι, ἰὼ τλήμων.
116τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας
117μετέχουσι; τί τούσδ’ ἔχθεις; οἴμοι,
118τέκνα, μή τι πάθηθ’ ὡς ὑπεραλγῶ.
119δεινὰ τυράννων λήματα καί πως
120ὀλίγ’ ἀρχόμενοι, πολλὰ κρατοῦντες
121χαλεπῶς ὀργὰς μεταβάλλουσιν.
122τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ’ ἴσοισιν
123κρεῖσσον· ἐμοὶ γοῦν ἐν μὴ μεγάλοις
124ὀχυρῶς γ’ εἴη καταγηράσκειν.
125τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν
126τοὔνομα νικᾷ, χρῆσθαί τε μακρῷ
127λῷστα βροτοῖσιν· τὰ δ’ ὑπερβάλλοντ’
128οὐδένα καιρὸν δύναται θνητοῖς·
129μείζους δ’ ἄτας, ὅταν ὀργισθῇ
130δαίμων οἴκοις, ἀπέδωκεν.
Lyric 5
Χορός
131ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰν
132τᾶς δυστάνου Κολχίδος, οὐδέ πω
133ἤπιος· ἀλλ’ ὦ γηραιά,
134λέξον· ἐπ’ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰν
135ἔκλυον· οὐδὲ συνήδομαι, ὦ γύναι, ἄλγεσιν
136δώματος· ἐπεί μοι φίλον κέκρανται.
Anapests 6
Τροφός
139οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ’ ἤδη.
140τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων,
141ἃ δ’ ἐν θαλάμοις τάκει βιοτὰν
142δέσποινα, φίλων οὐδενὸς οὐδὲν
143παραθαλπομένα φρένα μύθοις.
Μήδεια
144αἰαῖ· ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς·
144aδιά μου κεφαλᾶς φλὸξ οὐρανία
145βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος;
146φεῦ φεῦ· θανάτῳ καταλυσαίμαν
147βιοτὰν στυγερὰν προλιποῦσα.
Strophe 1
Χορός
148—ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς·
149ἀχὰν οἵαν ἁ δύστανος
150μέλπει νύμφα;
151—τίς σοί ποτε τᾶς ἀπλάτου
152κοίτας ἔρος, ὦ ματαία;
153σπεύσει θανάτου τελευτά·
154μηδὲν τόδε λίσσου.
155—εἰ δὲ σὸς πόσις
156καινὰ λέχη σεβίζει,
157κείνῳ τόδε· μὴ χαράσσου·
158—Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαν
159τάκου δυρομένα σὸν εὐνάταν.
Anapests 8
Μήδεια
160ὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμι
161λεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοις
162ἐνδησαμένα τὸν κατάρατον
163πόσιν; ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’
164αὐτοῖς μελάθροις διακναιομένους,
165οἷ’ ἐμὲ πρόσθεν τολμῶσ’ ἀδικεῖν.
166ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην
167αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.
Τροφός
168κλύεθ’ οἷα λέγει κἀπιβοᾶται
169Θέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκων
170θνητοῖς ταμίας νενόμισται;
171οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ
172δέσποινα χόλον καταπαύσει.
Antistrophe 1
Χορός
173—πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν
174ἔλθοι μύθων τ’ αὐδαθέντων
175δέξαιτ’ ὀμφάν;
176—εἴ πως βαρύθυμον ὀργὰν
177καὶ λῆμα φρενῶν μεθείη,
178μήτοι τό γ’ ἐμὸν πρόθυμον
179φίλοισιν ἀπέστω.
180—ἀλλὰ βᾶσά νιν
181δεῦρο πόρευσον οἴκων
182ἔξω· φίλα καὶ τάδ’ αὔδα.
183—σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω·
183aπένθος γὰρ μεγάλως τόδ’ ὁρμᾶται.
Anapests 10
Τροφός
184δράσω τάδ’· ἀτὰρ φόβος εἰ πείσω
185δέσποιναν ἐμήν·
186μόχθου δὲ χάριν τήνδ’ ἐπιδώσω.
187καίτοι τοκάδος δέργμα λεαίνης
188ἀποταυροῦται δμωσίν, ὅταν τις
189μῦθον προφέρων πέλας ὁρμηθῇ.
190σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς
191τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις,
192οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις
193ἐπί τ’ εἰλαπίναις καὶ παρὰ δείπνοις
194ηὕροντο βίου τερπνὰς ἀκοάς·
195στυγίους δὲ βροτῶν οὐδεὶς λύπας
196ηὕρετο μούσῃ καὶ πολυχόρδοις
197ᾠδαῖς παύειν, ἐξ ὧν θάνατοι
198δειναί τε τύχαι σφάλλουσι δόμους.
199καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι
200μολπαῖσι βροτούς· ἵνα δ’ εὔδειπνοι
201δαῖτες, τί μάτην τείνουσι βοήν;
202τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ’ αὑτοῦ
203δαιτὸς πλήρωμα βροτοῖσιν.
Epode 11
Χορός
204ἰαχὰν ἄιον πολύστονον γόων,
205λιγυρὰ δ’ ἄχεα μογερὰ βοᾷ
206τὸν ἐν λέχει προδόταν κακόνυμφον·
207θεοκλυτεῖ δ’ ἄδικα παθοῦσα
208τὰν Ζηνὸς ὁρκίαν Θέμιν,
209ἅ νιν ἔβασεν
210Ἑλλάδ’ ἐς ἀντίπορον
211δι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰν
212πόντου κλῇδ’ ἀπέραντον.