The Greek Library Author

Euripides

Μήδεια

Choral 12

Title variantsΜήδεια · Medea · Médée · Medee

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 12

Strophe 1

Χορός

1251ἰὼ Γᾶ τε καὶ παμφαὴς

1252ἀκτὶς Ἀελίου, κατίδετ’ ἴδετε τὰν

1253ὀλομέναν γυναῖκα, πρὶν φοινίαν

1254τέκνοις προσβαλεῖν χέρ’ αὐτοκτόνον·

1255τεᾶς γὰρ ἀπὸ χρυσέας γονᾶς

1256ἔβλαστεν, θεοῦ δ’ αἷμά τι πίτνειν

1257φόβος ὑπ’ ἀνέρων.

1258ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ-

1259γε κατάπαυσον, ἔξελ’ οἴκων φονίαν

1260τάλαινάν τ’ Ἐρινὺν ὑπ’ ἀλαστόρων.

Antistrophe 1

Χορός

1261μάταν μόχθος ἔρρει τέκνων,

1262ἆρα μάταν γένος φίλιον ἔτεκες, ὦ

1263κυανεᾶν λιποῦσα Συμπληγάδων

1264πετρᾶν ἀξενωτάταν ἐσβολάν;

1265δειλαία, τί σοι φρενῶν βαρὺς

1266χόλος προσπίτνει καὶ δυσμενὴς

1267φόνος; ἀμείβεται

1268χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά-

1269σματα ἐπὶ γαῖαν αὐτοφόνταις ξυνῳ-

1270δὰ θεόθεν πίτνοντ’ ἐπὶ δόμοις ἄχη.

Lyric 3

Παῖδες

ἔνδοθεν.

1270aαἰαῖ.

Strophe 2

Χορός

1273—ἀκούεις βοὰν ἀκούεις τέκνων;

1274—ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι.

Παῖδες

1271—οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας;

1272—οὐκ οἶδ’, ἄδελφε φίλτατ’· ὀλλύμεσθα γάρ.

Χορός

1275παρέλθω δόμους; ἀρῆξαι φόνον

1276δοκεῖ μοι τέκνοις.

Παῖδες

1277—ναί, πρὸς θεῶν, ἀρήξατ’· ἐν δέοντι γάρ.

1278—ὡς ἐγγὺς ἤδη γ’ ἐσμὲν ἀρκύων ξίφους.

Χορός

1279—τάλαιν’, ὡς ἄρ’ ἦσθα πέτρος ἢ σίδα-

1280ρος, ἅτις τέκνων

1281ὃν ἔτεκες ἄροτον αὐτόχειρι μοίρᾳ κτενεῖς.

Antistrophe 2

Χορός

1282—μίαν δὴ κλύω μίαν τῶν πάρος

1283γυναῖκ’ ἐν φίλοις χέρα βαλεῖν τέκνοις·

1284Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ’ ἡ Διὸς

1285δάμαρ νιν ἐξέπεμψε δωμάτων ἄλῃ·

1286πίτνει δ’ ἁ τάλαιν’ ἐς ἅλμαν φόνῳ

1287τέκνων δυσσεβεῖ,

1288ἀκτῆς ὑπερτείνασα ποντίας πόδα,

1289δυοῖν τε παίδοιν συνθανοῦσ’ ἀπόλλυται.

1290τί δῆτ’ οὖν γένοιτ’ ἂν ἔτι δεινόν; ὦ

1291γυναικῶν λέχος

1292πολύπονον, ὅσα βροτοῖς ἔρεξας ἤδη κακά.