The Greek Library Author

Euripides

Μήδεια

Episode 7

Title variantsΜήδεια · Medea · Médée · Medee

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 7

Αἰγεύς

663Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον

664κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.

Μήδεια

665ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,

666Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον;

Αἰγεύς

667Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.

Μήδεια

668τί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;

Αἰγεύς

669παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.

Μήδεια

670πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον;

Αἰγεύς

671ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.

Μήδεια

672δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν;

Αἰγεύς

673οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.

Μήδεια

674τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;

Αἰγεύς

675σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη.

Μήδεια

676θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;

Αἰγεύς

677μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.

Μήδεια

678τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.

Αἰγεύς

679ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα—

Μήδεια

680πρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα;

Αἰγεύς

681πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.

Μήδεια

682σὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;

Αἰγεύς

683Πιτθεύς τις ἔστι, γῆς ἄναξ Tροζηνίας. . . .

Μήδεια

684παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.

Αἰγεύς

685τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω.

Μήδεια

686σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.

Αἰγεύς

687κἀμοί γε πάντων φίλτατος δορυξένων.

Μήδεια

688ἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.

Αἰγεύς

689τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;

Μήδεια

690Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.

Αἰγεύς

691τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.

Μήδεια

692ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.

Αἰγεύς

693τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.

Μήδεια

694γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει.

Αἰγεύς

695οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε;

Μήδεια

696σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.

Αἰγεύς

697πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;

Μήδεια

698μέγαν γ’ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις.

Αἰγεύς

699ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.

Μήδεια

700ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.

Αἰγεύς

701δίδωσι δ’ αὐτῷ τίς; πέραινέ μοι λόγον.

Μήδεια

702Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.

Αἰγεύς

703συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι.

Μήδεια

704ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός.

Αἰγεύς

705πρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν.

Μήδεια

706Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας.

Αἰγεύς

707ἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα.

Μήδεια

708λόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται.

709ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδος

710γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι,

711οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα

712καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς,

713δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.

714οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος

715γένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις.

716εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε·

717παύσω δέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς

718σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα.

Αἰγεύς

719πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,

720γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,

721ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς·

722ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.

723οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα,

724πειράσομαί σου προξενεῖν δίκαιος ὤν.

725τόσον γε μέντοι σοι προσημαίνω, γύναι·

726ἐκ τῆσδε μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι,

727αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους,

728μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.

729ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα·

730ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.

Μήδεια

731ἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοι

732τούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς.

Αἰγεύς

733μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές;

Μήδεια

734πέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος

735Κρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς

736ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ·

737λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος

738φίλος γένοι’ ἂν τἀπικηρυκεύματα·—

739οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,

740τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός.

Αἰγεύς

741πολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν·

742ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι.

743ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστατα,

744σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,

745τὸ σόν τ’ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς.

Μήδεια

746ὄμνυ πέδον Γῆς, πατέρα θ’ Ἥλιον πατρὸς

747τοὐμοῦ, θεῶν τε συντιθεὶς ἅπαν γένος.

Αἰγεύς

748τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.

Μήδεια

749μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε,

750μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν

751χρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ.

Αἰγεύς

752ὄμνυμι Γαῖαν Ἡλίου θ’ ἁγνὸν σέβας

753θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.

Μήδεια

754ἀρκεῖ· τί δ’ ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις;

Αἰγεύς

755ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.

Μήδεια

756χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.

757κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι,

758πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι.

Anapests 1

Χορός

759ἀλλά σ’ ὁ Μαίας πομπαῖος ἄναξ

760πελάσειε δόμοις, ὧν τ’ ἐπίνοιαν

761σπεύδεις κατέχων πράξειας, ἐπεὶ

762γενναῖος ἀνήρ,

763Αἰγεῦ, παρ’ ἐμοὶ δεδόκησαι.

Μήδεια

764ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,

765νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,

766γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν·

767νῦν δ’ ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.

768οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ’ ἐκάμνομεν

769λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·

770ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων,

771μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.

772ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα

773λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.

774πέμψασ’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσονα

775ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι·

776μολόντι δ’ αὐτῷ μαλθακοὺς λέξω λόγους,

777ὡς καὶ δοκεῖ μοι ταὐτά, καὶ καλῶς ἔχειν

778γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει·

779καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα.

780παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,

781οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸς

782ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι,

783ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.

784πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν,

785νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα,

786λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·

787κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ,

788κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγῃ κόρης·

789τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.

790ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον·

791ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον

792τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ

793τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·

794δόμον τε πάντα συγχέασ’ Ἰάσονος

795ἔξειμι γαίας, φιλτάτων παίδων φόνον

796φεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον.

797οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.

798ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς

799οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν.

800ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον

801δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις

802πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.

803οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε

804ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου

805νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴν

806θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.

807μηδείς με φαύλην κἀσθενῆ νομιζέτω

808μηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου,

809βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·

810τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος.

Χορός

811ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον,

812σέ τ’’ ὠφελεῖν θέλουσα, καὶ νόμοις βροτῶν

813ξυλλαμβάνουσα, δρᾶν σ’ ἀπεννέπω τάδε.

Μήδεια

814οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν

815τάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς.

Χορός

816ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;

Μήδεια

817οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.

Χορός

818σὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή.

Μήδεια

819ἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι.

820ἀλλ’ εἶα χώρει καὶ κόμιζ’ Ἰάσονα·

821ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα.

822λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων,

823εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ’ ἔφυς.