The Greek Library Author

Euripides

Μήδεια

Episode 3

Title variantsΜήδεια · Medea · Médée · Medee

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 3

Μήδεια

214Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων,

215μή μοί τι μέμφησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν

216σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο,

217τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς

218δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν.

219δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν,

220ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς

221στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. . . .

222χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει . . .

223οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼς

224πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.

225ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε

226ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου

227χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι.

228ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς,

229κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις.

230πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει

231γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·

232ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ

233πόσιν πρίασθαι, δεσπότην τε σώματος

234λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν.

235κἀν τῷδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν

236ἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ

237γυναιξίν, οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν.

238ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην

239δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν,

240ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ.

241κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ

242πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν,

243ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών.

244ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών,

245ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης·

246ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς·

247ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.

248λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον

249ζῶμεν κατ’ οἴκους, οἳ δὲ μάρνανται δορί·

250κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα

251στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.

252ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος·

253σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι

254βίου τ’ ὄνησις καὶ φίλων συνουσία,

255ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι

256πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη,

257οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ

258μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.

259τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,

260ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇ

261πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν,

262τὸν δόντα τ’ αὐτῷ θυγατέρ’ ἥ τ’ ἐγήματο

263σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα

264κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·

265ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ,

266οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.

Χορός

267δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν,

268Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας.

269ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς,

270στείχοντα, καινῶν ἄγγελον βουλευμάτων.

Κρέων

271σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην,

272Μήδειαν, εἶπον τῆσδε γῆς ἔξω περᾶν

273φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα·

274καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου

275τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν,

276πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.

Μήδεια

277αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι.

278ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,

279κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.

280ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ’ ὅμως·

281τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον;

Κρέων

282δέδοικά σ’—οὐδὲν δεῖ παραμπίσχειν λόγους—

283μή μοί τι δράσῃς παῖδ’ ἀνήκεστον κακόν.

284συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος·

285σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις,

286λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.

287κλύω δ’ ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι,

288τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην

289δράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι.

290κρεῖσσον δέ μοι νῦν πρός σ’ ἀπεχθέσθαι, γύναι,

291ἢ μαλθακισθένθ’ ὕστερον μέγα στένειν.

Μήδεια

292φεῦ φεῦ.

292aοὐ νῦν με πρῶτον, ἀλλὰ πολλάκις, Κρέον,

293ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά.

294χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ

295παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς·

296χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας

297φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.

298σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ

299δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι·

300τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον

301κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ.

302ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης.

303σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος,

304τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,

305τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή.

306σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς;

307οὐχ ὧδ’ ἔχει μοι—μὴ τρέσῃς ἡμᾶς, Κρέον—

308ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.

309σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην

310ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν

311μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε.

312καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·

313νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα

314ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι

315σιγησόμεσθα, κρεισσόνων νικώμενοι.

Κρέων

316λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν

317ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν,

318τόσῳ δέ γ’ ἧσσον ἢ πάρος πέποιθά σοι·

319γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ,

320ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός.

321ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε·

322ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως

323μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.

Μήδεια

324μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης.

Κρέων

325λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ.

Μήδεια

326ἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς;

Κρέων

327φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.

Μήδεια

328ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.

Κρέων

329πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.

Μήδεια

330φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα.

Κρέων

331ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.

Μήδεια

332Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν.

Κρέων

333ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων.

Μήδεια

334πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.

Κρέων

335τάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ.

Μήδεια

336μὴ δῆτα τοῦτό γ’, ἀλλά σ’ αἰτοῦμαι, Κρέον . . .

Κρέων

337ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι.

Μήδεια

338φευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσα σοῦ τυχεῖν.

Κρέων

339τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός;

Μήδεια

340μίαν με μεῖναι τήνδ’ ἔασον ἡμέραν

341καὶ ξυμπερᾶναι φροντίδ’ ᾗ φευξούμεθα,

342παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ

343οὐδὲν προτιμᾷ μηχανήσασθαι τέκνοις.

344οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ

345πέφυκας· εἰκὸς δ’ ἐστὶν εὔνοιάν σ’ ἔχειν.

346τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα,

347κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους.

Κρέων

348ἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν,

349αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα·

350καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι,

351ὅμως δὲ τεύξῃ τοῦδε· προυννέπω δέ σοι,

352εἴ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ

353καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός,

354θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε.

355νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν·

356οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει.

Anapests 1

Χορός

357δύστανε γύναι,

358φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων.

359ποῖ ποτε τρέψῃ; τίνα πρὸς ξενίαν;

360ἦ δόμον ἢ χθόνα σωτῆρα κακῶν

361ἐξευρήσεις;

362ὡς εἰς ἄπορόν σε κλύδωνα θεός,

363Μήδεια, κακῶν ἐπόρευσε.

Μήδεια

364κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;

365ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω.

366ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις

367καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.

368δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε,

369εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;

370οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν.

371ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο,

372ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματα

373γῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέραν

374μεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς

375θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν.

376πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,

377οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι·

378πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί,

379ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπάτος,

380σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος.

381ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι

382δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη,

383θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.

384κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαμεν

385σοφαὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.

386εἶἑν·

386aκαὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;

387τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους

388ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;

389οὐκ ἔστι. μείνασ’ οὖν ἔτι σμικρὸν χρόνον,

390ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ,

391δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον·

392ἢν δ’ ἐξελαύνῃ ξυμφορά μ’ ἀμήχανος,

393αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν,

394κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν.

395οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω

396μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην,

397Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς,

398χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.

399πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους,

400πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.

401ἀλλ’ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι,

402Μήδεια, βουλεύουσα καὶ τεχνωμένη·

403ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.

404ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ’ ὀφλεῖν

405τοῖς Σισυφείοις τοῖς τ’ Ἰάσονος γάμοις,

406γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο.

407ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν

408γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται,

409κακῶν δὲ πάντων τέκτονες σοφώταται.