The Greek Library Author

Euripides

Μήδεια

Choral 6

Title variantsΜήδεια · Medea · Médée · Medee

Author namesEuripide · Euripides · Ευριπιδης

Scientific editors
Gilbert Murray
Edition reference
Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0006.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 6

Strophe 1

Χορός

627ἔρωτες ὑπὲρ μὲν ἄγαν

628ἐλθόντες οὐκ εὐδοξίαν

629οὐδ’ ἀρετὰν παρέδωκαν

630ἀνδράσιν· εἰ δ’ ἅλις ἔλθοι

631Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως.

632μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἐφείης

633ἱμέρῳ χρίσασ’ ἄφυκτον οἰστόν.

Antistrophe 1

Χορός

635στέργοι δέ με σωφροσύνα,

636δώρημα κάλλιστον θεῶν·

637μηδέ ποτ’ ἀμφιλόγους ὀργὰς

638ἀκόρεστά τε νείκη

639θυμὸν ἐκπλήξασ’ ἑτέροις ἐπὶ λέκτροις

640προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’ εὐνὰς σεβίζουσ’

641ὀξύφρων κρίνοι λέχη γυναικῶν.

Strophe 2

Χορός

643ὦ πατρίς, ὦ δώματα, μὴ

644δῆτ’ ἄπολις γενοίμαν

645τὸν ἀμηχανίας ἔχουσα

646δυσπέρατον αἰῶν’,

647οἰκτροτάτων ἀχέων.

648θανάτῳ θανάτῳ πάρος δαμείην

649ἁμέραν τάνδ’ ἐξανύσασα· μό-

650χθων δ’ οὐκ ἄλλος ὕπερθεν ἢ

651γᾶς πατρίας στέρεσθαι.

Antistrophe 2

Χορός

652εἴδομεν, οὐκ ἐξ ἑτέρων

653μῦθον ἔχω φράσασθαι·

655σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις

656ᾤκτισεν παθοῦσαν

657δεινότατον παθέων.

658ἀχάριστος ὄλοιθ’, ὅτῳ πάρεστιν

660μὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί-

661ξαντα κλῇδα φρενῶν· ἐμοὶ

662μὲν φίλος οὔποτ’ ἔσται.