Μήδεια
Episode 11
Title variantsΜήδεια · Medea · Médée · Medee
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg003.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 11
Παιδαγωγός
1002δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς,
1003καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν
1004ἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
1005ἔα.
1005aτί συγχυθεῖσ’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς;
1006τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα
1007κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;
Μήδεια
1008αἰαῖ.
Παιδαγωγός
1008aτάδ’ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.
Μήδεια
1009αἰαῖ μάλ’ αὖθις.
Παιδαγωγός.
1009bμῶν τιν’ ἀγγέλλων τύχην
1010οὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου;
Μήδεια
1011ἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.·
Παιδαγωγός
1012τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς;
Μήδεια
1013πολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ
1014κἀγὼ κακῶς φρονοῦσ’ ἐμηχανησάμην.
Παιδαγωγός
1015θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.
Μήδεια
1016ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ.
Παιδαγωγός
1017οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων·
1018κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.
Μήδεια
1019δράσω τάδ’. ἀλλὰ βαῖνε δωμάτων ἔσω
1020καὶ παισὶ πόρσυν’ οἷα χρὴ καθ’ ἡμέραν.
1021ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλις
1022καὶ δῶμ’, ἐν ᾧ, λιπόντες ἀθλίαν ἐμέ,
1023οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι·
1024ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
1025πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,
1026πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίους
1027εὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν.
1028ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
1029ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην,
1030ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
1031στερρὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας.
1032ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας
1033πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ
1034καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
1035ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ
1036γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
1037λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί.
1038ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις
1039ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.
1040φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα;
1041τί προσγελᾶτε τὸν πανύστατον γέλων;
1042αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,
1043γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
1044οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
1045τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.
1046τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
1047λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
1048οὐ δῆτ’ ἔγωγε. χαιρέτω βουλεύματα.
1049καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖν
1050ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;
1051τολμητέον τάδ’. ἀλλὰ τῆς ἐμῆς κάκης,
1052τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
1053χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
1054θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
1055αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ.
1056ἆ ἆ.
1056aμὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε·
1057ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·
1058ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
1059μὰ τοὺς παρ’ Ἅιδῃ νερτέρους ἀλάστορας,
1060οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼ
1061παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
1062πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
1063ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
1064πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.
1065καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ
1066νύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ.
1067ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν,
1068καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
1069παῖδας προσειπεῖν βούλομαι.—δότ’, ὦ τέκνα,
1070δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
1071ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
1072καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων,
1073εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδε
1074πατὴρ ἀφείλετ’. ὦ γλυκεῖα προσβολή,
1075ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων.
1076χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν
1077οἵα τε πρὸς ὑμᾶς, ἀλλὰ νικῶμαι κακοῖς.
1078καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
1079θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
1080ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.
Anapests 1
Χορός
1081πολλάκις ἤδη
1082διὰ λεπτοτέρων μύθων ἔμολον
1083καὶ πρὸς ἁμίλλας ἦλθον μείζους
1084ἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν·
1085ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν,
1086ἣ προσομιλεῖ σοφίας ἕνεκεν·
1087πάσαισι μὲν οὔ· παῦρον δὲ δὴ
1088γένος ἐν πολλαῖς εὕροις ἂν ἴσως
1089κοὐκ ἀπόμουσον τὸ γυναικῶν.
1090καί φημι βροτῶν οἵτινές εἰσιν
1091πάμπαν ἄπειροι μηδ’ ἐφύτευσαν
1092παῖδας, προφέρειν εἰς εὐτυχίαν
1093τῶν γειναμένων.
1094οἱ μὲν ἄτεκνοι δι’ ἀπειροσύνην
1095εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν
1096παῖδες τελέθουσ’ οὐχὶ τυχόντες
1097πολλῶν μόχθων ἀπέχονται·
1098οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις
1099γλυκερὸν βλάστημ’, ὁρῶ μελέτῃ
1100κατατρυχομένους τὸν ἅπαντα χρόνον,
1101πρῶτον μὲν ὅπως θρέψουσι καλῶς
1102βίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις·
1103ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροις
1104εἴτ’ ἐπὶ χρηστοῖς
1104aμοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον.
1105ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη
1106πᾶσιν κατερῶ θνητοῖσι κακόν·
1107καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρον
1108σῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνων
1109χρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαι
1110δαίμων οὕτως, φροῦδος ἐς Ἅιδην
1111θάνατος προφέρων σώματα τέκνων.
1112πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις
1113τήνδ’ ἔτι λύπην ἀνιαροτάτην
1114παίδων ἕνεκεν
1115θνητοῖσι θεοὺς ἐπιβάλλειν;
Μήδεια
1116φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην
1117καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.
1118καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος
1119στείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένον
1120δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν.
Ἄγγελος
1121ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,
1122Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν
1123λιποῦσ’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ.
Μήδεια
1124τί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;
Ἄγγελος
1125ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη
1126Κρέων θ’ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο.
Μήδεια
1127κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις
1128τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ.
Ἄγγελος
1129τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι,
1130ἥτις, τυράννων ἑστίαν ᾐκισμένη,
1131χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε;
Μήδεια
1132ἔχω τι κἀγὼ τοῖς γε σοῖς ἐναντίον
1133λόγοισιν εἰπεῖν· ἀλλὰ μὴ σπέρχου, φίλος,
1134λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν
1135τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.
Ἄγγελος
1136ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ
1137σὺν πατρί, καὶ παρῆλθε νυμφικοὺς δόμους,
1138ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς
1139δμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγος
1140σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν.
1141κυνεῖ δ’ ὃ μέν τις χεῖρ’, ὃ δὲ ξανθὸν κάρα
1142παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο
1143στέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην.
1144δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,
1145πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα,
1146πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα·
1147ἔπειτα μέντοι προὐκαλύψατ’ ὄμματα
1148λευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα,
1149παίδων μυσαχθεῖσ’ εἰσόδους· πόσις δὲ σὸς
1150ὀργάς τ’ ἀφῄρει καὶ χόλον νεάνιδος
1151λέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις,
1152παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,
1153φίλους νομίζουσ’ οὕσπερ ἂν πόσις σέθεν,
1154δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς
1155φυγὰς ἀφεῖναι παισὶ τοῖσδ’, ἐμὴν χάριν;
1156ἣ δ’ ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,
1157ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων
1158μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας, σέθεν
1159λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,
1160χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις
1161λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην,
1162ἄψυχον εἰκὼ προσγελῶσα σώματος.
1163κἄπειτ’ ἀναστᾶσ’ ἐκ θρόνων διέρχεται
1164στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί,
1165δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις
1166τένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.
1167τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν·
1168χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν
1169χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει
1170θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.
1171καί τις γεραιὰ προσπόλων, δόξασά που
1172ἢ Πανὸς ὀργὰς ἢ τινὸς θεῶν μολεῖν,
1173ἀνωλόλυξε, πρίν γ’ ὁρᾷ διὰ στόμα
1174χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄπο
1175κόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ·
1176εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν
1177κωκυτόν. εὐθὺς δ’ ἣ μὲν ἐς πατρὸς δόμους
1178ὥρμησεν, ἣ δὲ πρὸς τὸν ἀρτίως πόσιν
1179φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ
1180στέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν.
1181ἤδη δ’ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμου
1182ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο,
1183ἣ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος
1184δεινὸν στενάξασ’ ἡ τάλαιν’ ἠγείρετο.
1185διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο·
1186χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
1187θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,
1188πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,
1189λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
1190φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη,
1191σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε,
1192ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως
1193σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην
1194ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
1195πίτνει δ’ ἐς οὖδας συμφορᾷ νικωμένη,
1196πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·
1197οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
1198οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου
1199ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,
1200σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ
1201γναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον,
1202δεινὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖν
1203νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.
1204πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ
1205ἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ·
1206ᾤμωξε δ’ εὐθύς, καὶ περιπτύξας χέρας
1207κυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ,
1208τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσε;
1209τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
1210τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.
1211ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
1212χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
1213προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης
1214λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα·
1215ὃ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ,
1216ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι,
1217σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων.
1218χρόνῳ δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμορος
1219ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος.
1220κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ
1221πέλας, ποθεινὴ δακρύοισι συμφορά.
1222καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
1223γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν.
1224τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
1225οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν
1226δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
1227τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
1228θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·
1229ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος
1230ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ.
Χορός
1231ἔοιχ’ ὁ δαίμων πολλὰ τῇδ’ ἐν ἡμέρᾳ
1232κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.
1233ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν,
1234κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους
1235οἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος.
Μήδεια
1236φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι
1237παῖδας κτανούσῃ τῆσδ’ ἀφορμᾶσθαι χθονός,
1238καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα
1239ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί.
1240πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
1241ἡμεῖς κτενοῦμεν, οἵπερ ἐξεφύσαμεν.
1242ἀλλ’ εἶ’ ὁπλίζου, καρδία. τί μέλλομεν
1243τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;
1244ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,
1245λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου,
1246καὶ μὴ κακισθῇς μηδ’ ἀναμνησθῇς τέκνων,
1247ὡς φίλταθ’, ὡς ἔτικτες· ἀλλὰ τήνδε γε
1248λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν,
1249κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμως
1250φίλοι γ’ ἔφυσαν—δυστυχὴς δ’ ἐγὼ γυνή.