The Greek Library Author

Sophocles

Ἀντιγόνη

Episode 10

Title variantsἈντιγόνη · Antigone

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 10

Κρέων

883ἆρʼ ἴστʼ, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν

884ὡς οὐδʼ ἂν εἷς παύσαιτʼ ἄν, εἰ χρείη λέγειν;

885οὐκ ἄξεθʼ ὡς τάχιστα; καὶ κατηρεφεῖ

886τύμβῳ περιπτύξαντες, ὡς εἴρηκʼ ἐγώ,

887ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν

888εἴτʼ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ·

889ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην·

890μετοικίας δʼ οὖν τῆς ἄνω στερήσεται.

Ἀντιγόνη

891ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς

892οἴκησις ἀείφρουρος, οἷ πορεύομαι

893πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς

894πλεῖστον δέδεκται Φερσέφασσʼ ὀλωλότων·

895ὧν λοισθία ʼγὼ καὶ κάκιστα δὴ μακρῷ

896κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.

897ἐλθοῦσα μέντοι κάρτʼ ἐν ἐλπίσιν τρέφω

898φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,

899μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·

900ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ

901ἔλουσα κἀκόσμησα κἀπιτυμβίους

902χοὰς ἔδωκα. νῦν δέ, Πολύνεικες, τὸ σὸν

903δέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι.

904καίτοι σʼ ἐγὼ ʼτίμησα τοῖς φρονοῦσιν εὖ.

905οὐ γάρ ποτʼ οὔτʼ ἄν, εἰ τέκνων μήτηρ ἔφυν,

906οὔτʼ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,

907βίᾳ πολιτῶν τόνδʼ ἂν ᾐρόμην πόνον.

908τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;

909πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,

910καὶ παῖς ἀπʼ ἄλλου φωτός, εἰ τοῦδʼ ἤμπλακον,

911μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν

912οὐκ ἔστʼ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.

913τοιῷδε μέντοι σʼ ἐκπροτιμήσασʼ ἐγὼ

914νόμῳ Κρέοντι ταῦτʼ ἔδοξʼ ἁμαρτάνειν

915καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.

916καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν

917ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου

918μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,

919ἀλλʼ ὧδʼ ἔρημος πρὸς φίλων ἡ δύσμορος

920ζῶσʼ εἰς θανόντων ἔρχομαι κατασκαφάς.

921ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;

922τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι

923βλέπειν; τίνʼ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ

924τὴν δυσσέβειαν εὐσεβοῦσʼ ἐκτησάμην.

925ἀλλʼ εἰ μὲν οὖν τάδʼ ἐστὶν ἐν θεοῖς καλά,

926παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·

927εἰ δʼ οἵδʼ ἁμαρτάνουσι, μὴ πλείω κακὰ

928πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.

Anapests 1

Χορός

929ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ

930ψυχῆς ῥιπαὶ τήνδε γʼ ἔχουσιν.

Κρέων

931τοιγὰρ τούτων τοῖσιν ἄγουσιν

932κλαύμαθʼ ὑπάρξει βραδυτῆτος ὕπερ.

Ἀντιγόνη

933οἴμοι, θανάτου τοῦτʼ ἐγγυτάτω

934τοὔπος ἀφῖκται.

Χορός

935θαρσεῖν οὐδὲν παραμυθοῦμαι

936μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.

Ἀντιγόνη

937ὦ γῆς Θήβης ἄστυ πατρῷον

938καὶ θεοὶ προγενεῖς,

939ἄγομαι δὴ κοὐκέτι μέλλω.

940λεύσσετε, Θήβης οἱ κοιρανίδαι

941τὴν βασιλειδᾶν μούνην λοιπήν,

942οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,

943τὴν εὐσεβίαν σεβίσασα.