The Greek Library Author

Sophocles

Ἀντιγόνη

Choral 4

Title variantsἈντιγόνη · Antigone

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 4

Strophe 1

Χορός

333πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει.

334τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ

335χωρεῖ, περιβρυχίοισιν

336περῶν ὑπʼ οἴδμασιν.

337θεῶν τε τὰν ὑπερτάταν, Γᾶν

338ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται

339ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος

340ἱππείῳ γένει πολεύων.

Antistrophe 1

Χορός

343κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει

345καὶ θηρῶν ἀγρίων ἔθνη πόντου τʼ εἰναλίαν φύσιν

346σπείραισι δικτυοκλώστοις,

347περιφραδὴς ἀνήρ·

348κρατεῖ δὲ μηχαναῖς ἀγραύλου

350θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θʼ

351ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶν

352οὔρειόν τʼ ἀκμῆτα ταῦρον.

Strophe 2

Χορός

354καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα καὶ ἀστυνόμους

356ὀργὰς ἐδιδάξατο καὶ δυσαύλων

357πάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέλη

358παντοπόρος· ἄπορος ἐπʼ οὐδὲν ἔρχεται

360τὸ μέλλον· Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται·

361νόσων δʼ ἀμηχάνων φυγὰς ξυμπέφρασται.

Antistrophe 2

Χορός

365σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδʼ ἔχων

366τοτὲ μὲν κακόν, ἄλλοτʼ ἐπʼ ἐσθλὸν ἕρπει,

367νόμους γεραίρων χθονὸς θεῶν τʼ ἔνορκον δίκαν,

370ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸν

371ξύνεστι τόλμας χάριν. μήτʼ ἐμοὶ παρέστιος

375γένοιτο μήτʼ ἴσον φρονῶν ὃς τάδʼ ἔρδει.

Anapests 5

Χορός

376ἐς δαιμόνιον τέρας ἀμφινοῶ

377τόδε· πῶς εἰδὼς ἀντιλογήσω

378τήνδʼ οὐκ εἶναι παῖδʼ Ἀντιγόνην.

379ὦ δύστηνος

380καὶ δυστήνου πατρὸς Οἰδιπόδα,

381τί ποτʼ; οὐ δή που σέ γʼ ἀπιστοῦσαν

382τοῖς βασιλείοισιν ἄγουσι νόμοις

383καὶ ἐν ἀφροσύνῃ καθελόντες;