Ἀντιγόνη
Episode 7
Title variantsἈντιγόνη · Antigone
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 7
Κρέων
631τάχʼ εἰσόμεσθα μάντεων ὑπέρτερον.
632ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων
633τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;
634ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ, δρῶντες φίλοι;
Αἵμων
635πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων
636χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγʼ ἐφέψομαι.
637ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος
638μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.
Κρέων
639οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν,
640γνώμης πατρῴας πάντʼ ὄπισθεν ἑστάναι.
641τούτου γὰρ οὕνεκʼ ἄνδρες εὔχονται γονὰς
642κατηκόους φύσαντες ἐν δόμοις ἔχειν,
643ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς
644καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.
645ὅστις δʼ ἀνωφέλητα φιτύει τέκνα,
646τί τόνδʼ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους
647φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;
648μή νύν ποτʼ, ὦ παῖ, τὰς φρένας ὑφʼ ἡδονῆς
649γυναικὸς οὕνεκʼ ἐκβάλῃς, εἰδὼς ὅτι
650ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,
651γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ
652γένοιτʼ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;
653ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες
654τὴν παῖδʼ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί.
655ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ
656πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,
657ψευδῆ γʼ ἐμαυτὸν οὐ καταστήσω πόλει,
658ἀλλὰ κτενῶ. πρὸς ταῦτʼ ἐφυμνείτω Δία
659ξύναιμον. εἰ γὰρ δὴ τά γʼ ἐγγενῆ φύσει
660ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους
661ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστʼ ἀνὴρ
662χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.
663ὅστις δʼ ὑπερβὰς ἢ νόμους βιάζεται
664ἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ,
665οὐκ ἔστʼ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν.
666ἀλλʼ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν
667καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.
668καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ
669καλῶς μὲν ἄρχειν, εὖ δʼ ἂν ἄρχεσθαι θέλειν,
670δορός τʼ ἂν ἐν χειμῶνι προστεταγμένον
671μένειν δίκαιον κἀγαθὸν παραστάτην.
672ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν.
673αὕτη πόλεις ὄλλυσιν, ἥδʼ ἀναστάτους
674οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς
675τροπὰς καταρρήγνυσι· τῶν δʼ ὀρθουμένων
676σῴζει τὰ πολλὰ σώμαθʼ ἡ πειθαρχία.
677οὕτως ἀμυντέʼ ἐστὶ τοῖς κοσμουμένοις,
678κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα.
679κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,
680κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθʼ ἄν.
Χορός
681ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,
682λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.
Αἵμων
683πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,
684πάντων ὅσʼ ἐστὶ κτημάτων ὑπέρτατον.
685ἐγὼ δʼ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,
686οὔτʼ ἂν δυναίμην μήτʼ ἐπισταίμην λέγειν.
687γένοιτο μέντἂν χἀτέρῳ καλῶς ἔχον.
688σοῦ δʼ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα
689λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει.
690τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ
691λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων·
692ἐμοὶ δʼ ἀκούειν ἔσθʼ ὑπὸ σκότου τάδε,
693τὴν παῖδα ταύτην οἷʼ, ὀδύρεται πόλις,
694πασῶν γυναικῶν ὡς ἀναξιωτάτη
695κάκιστʼ ἀπʼ ἔργων εὐκλεεστάτων φθίνει.
696ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς
697πεπτῶτʼ ἄθαπτον μήθʼ ὑπʼ ὠμηστῶν κυνῶν
698εἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος.
699οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;
700τοιάδʼ ἐρεμνὴ σῖγʼ ἐπέρχεται φάτις.
701ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,
702οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον,
703τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις
704ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί;
705μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει,
706ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτʼ ὀρθῶς ἔχειν.
707ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ,
708ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν,
709οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.
710ἀλλʼ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν
711πόλλʼ, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.
712ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
713δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,
714τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται.
715αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα
716τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω
717στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.
718ἀλλʼ εἶκε καὶ θυμῷ μετάστασιν δίδου.
719γνώμη γὰρ εἴ τις κἀπʼ ἐμοῦ νεωτέρου
720πρόσεστι, φήμʼ ἔγωγε πρεσβεύειν πολὺ
721φῦναι τὸν ἄνδρα πάντʼ ἐπιστήμης πλέων·
722εἰ δʼ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,
723καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.
Χορός
724ἄναξ, σέ τʼ εἰκός, εἴ τι καίριον λέγει,
725μαθεῖν, σέ τʼ αὖ τοῦδʼ· εὖ γὰρ εἴρηται διπλῇ.
Κρέων
726οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
727φρονεῖν ὑπʼ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;
Αἵμων
728μηδὲν τὸ μὴ δίκαιον· εἰ δʼ ἐγὼ νέος,
729οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.
Κρέων
730ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
Αἵμων
731οὐδʼ ἂν κελεύσαιμʼ, εὐσεβεῖν εἰς τοὺς κακούς.
Κρέων
732οὐχ ἥδε γὰρ τοιᾷδʼ ἐπείληπται νόσῳ;
Αἵμων
733οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις λεώς.
Κρέων
734πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
Αἵμων
735ὁρᾷς τόδʼ ὡς εἴρηκας ὡς ἄγαν νέος;
Κρέων
736ἄλλῳ γὰρ ἢ ʼμοὶ χρή με τῆσδʼ ἄρχειν χθονός;
Αἵμων
737πόλις γὰρ οὐκ ἔσθʼ ἥτις ἀνδρός ἐσθʼ ἑνός.
Κρέων
738οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;
Αἵμων
739καλῶς γʼ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.
Κρέων
740ὅδʼ, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.
Αἵμων
741εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.
Κρέων
742ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;
Αἵμων
743οὐ γὰρ δίκαιά σʼ ἐξαμαρτάνονθʼ ὁρῶ.
Κρέων
744ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
Αἵμων
745οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν.
Κρέων
746ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.
Αἵμων
747οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.
Κρέων
748ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.
Αἵμων
749καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.
Κρέων
750ταύτην ποτʼ οὐκ ἔσθʼ ὡς ἔτι ζῶσαν γαμεῖς.
Αἵμων
751ἣ δʼ οὖν θανεῖται καὶ θανοῦσʼ ὀλεῖ τινα.
Κρέων
752ἦ κἀπαπειλῶν ὧδʼ ἐπεξέρχει θρασύς;
Αἵμων
753τίς δʼ ἔστʼ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;
Κρέων
754κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.
Αἵμων
755εἰ μὴ πατὴρ ἦσθʼ, εἶπον ἄν σʼ οὐκ εὖ φρονεῖν.
Κρέων
756γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με.
Αἵμων
757βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;
Κρέων
758ἄληθες; ἀλλʼ οὐ τόνδʼ Ὄλυμπον, ἴσθʼ ὅτι,
759χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.
760ἄγαγε τὸ μῖσος ὡς κατʼ ὄμματʼ αὐτίκα
761παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ.
Αἵμων
762οὐ δῆτʼ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,
763οὔθʼ ἥδʼ ὀλεῖται πλησία, σύ τʼ οὐδαμὰ
764τοὐμὸν προσόψει κρᾶτʼ ἐν ὀφθαλμοῖς ὁρῶν,
765ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών.
Χορός
766ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·
767νοῦς δʼ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.
Κρέων
768δράτω· φρονείτω μεῖζον ἢ κατʼ ἄνδρʼ ἰών·
769τὼ δʼ οὖν κόρα τώδʼ οὐκ ἀπαλλάξει μόρου.
Χορός
770ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς;
Κρέων
771οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις.
Χορός
772μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν;
Κρέων
773ἄγων ἔρημος ἔνθʼ ἂν ᾖ βροτῶν στίβος
774κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,
775φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς,
776ὅπως μίασμα πᾶσʼ ὑπεκφύγῃ πόλις.
777κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,
778αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,
779ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθʼ ὅτι
780πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.