The Greek Library Author

Sophocles

Ἀντιγόνη

Choral 8

Title variantsἈντιγόνη · Antigone

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 8

Strophe 1

Χορός

781Ἔρως ἀνίκατε μάχαν, Ἔρως, ὃς ἐν κτήμασι πίπτεις,

782ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις,

785φοιτᾷς δʼ ὑπερπόντιος ἔν τʼ ἀγρονόμοις αὐλαῖς·

786καί σʼ οὔτʼ ἀθανάτων φύξιμος οὐδεὶς

790οὔθʼ ἁμερίων σέ γʼ ἀνθρώπων. ὁ δʼ ἔχων μέμηνεν.

Antistrophe 1

Χορός

791σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ,

792σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας·

795νικᾷ δʼ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου

796νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς

800θεσμῶν. ἄμαχος γὰρ ἐμπαίζει θεὸς Ἀφροδίτα.

Anapests 3

Χορός

801νῦν δʼ ἤδη ʼγὼ καὐτὸς θεσμῶν

802ἔξω φέρομαι τάδʼ ὁρῶν ἴσχειν δʼ

803οὐκέτι πηγὰς δύναμαι δακρύων,

804τὸν παγκοίτην ὅθʼ ὁρῶ θάλαμον

805τήνδʼ Ἀντιγόνην ἀνύτουσαν.