Ἀντιγόνη
Episode 3
Title variantsἈντιγόνη · Antigone
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 3
Κρέων
162ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ
163πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν.
164ὑμᾶς δʼ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα
165ἔστειλʼ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου
166σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,
167τοῦτʼ αὖθις, ἡνίκʼ Οἰδίπους ὤρθου πόλιν,
168κἀπεὶ διώλετʼ, ἀμφὶ τοὺς κείνων ἔτι
169παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.
170ὅτʼ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν
171καθʼ ἡμέραν ὤλοντο παίσαντές τε καὶ
172πληγέντες αὐτόχειρι σὺν μιάσματι,
173ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω
174γένους κατʼ ἀγχιστεῖα τῶν ὀλωλότων.
175ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν
176ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν
177ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.
178ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν
179μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,
180ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει,
181κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·
182καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας
183φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.
184ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί,
185οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν
186στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,
187οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸς
188θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι
189ἥδʼ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι
190πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.
191τοιοῖσδʼ ἐγὼ νόμοισι τήνδʼ αὔξω πόλιν,
192καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω
193ἀστοῖσι παίδων τῶν ἀπʼ Οἰδίπου πέρι·
194Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν
195ὄλωλε τῆσδε, πάντʼ ἀριστεύσας δόρει,
196τάφῳ τε κρύψαι καὶ τὰ πάντʼ ἀφαγνίσαι
197ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς.
198τὸν δʼ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω,
199ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
200φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ
201πρῆσαι κατʼ ἄκρας, ἠθέλησε δʼ αἵματος
202κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,
203τοῦτον πόλει τῇδʼ ἐκκεκήρυκται τάφῳ
204μήτε κτερίζειν μήτε κωκῦσαί τινα,
205ἐᾶν δʼ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας
206καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τʼ ἰδεῖν.
207τοιόνδʼ ἐμὸν φρόνημα, κοὔποτʼ ἔκ γʼ ἐμοῦ
208τιμὴν προέξουσʼ οἱ κακοὶ τῶν ἐνδίκων·
209ἀλλʼ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν
210καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται.
Χορός
211σοὶ ταῦτʼ ἀρέσκει, παῖ Μενοικέως Κρέον,
212τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει·
213νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι
214καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.
Κρέων
215ὡς ἂν σκοποὶ νῦν εἶτε τῶν εἰρημένων.
Χορός
216νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.
Κρέων
217ἀλλʼ εἴσʼ ἕτοιμοι τοῦ νεκροῦ γʼ ἐπίσκοποι.
Χορός
218τί δῆτʼ ἂν ἄλλο τοῦτʼ ἐπεντέλλοις ἔτι;
Κρέων
219τὸ μὴ ʼπιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.
Χορός
220οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ.
Κρέων
221καὶ μὴν ὁ μισθός γʼ, οὗτος· ἀλλʼ ὑπʼ ἐλπίδων
222ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.
Φύλαξ
223ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο
224δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.
225πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις,
226ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·
227ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη·
228τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;
229τλήμων, μενεῖς αὖ; κεἰ τάδʼ εἴσεται Κρέων
230ἄλλου παρʼ ἀνδρός; πῶς σὺ δῆτʼ οὐκ ἀλγύνει;
231τοιαῦθʼ ἑλίσσων ἤνυτον σχολῇ βραδύς.
232χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.
233τέλος γε μέντοι δεῦρʼ ἐνίκησεν μολεῖν
234σοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δʼ ὅμως·
235τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος,
236τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.
Κρέων
237τί δʼ ἐστὶν ἀνθʼ οὗ τήνδʼ ἔχεις ἀθυμίαν;
Φύλαξ
238φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ
239πρᾶγμʼ οὔτʼ ἔδρασʼ οὔτʼ εἶδον ὅστις ἦν ὁ δρῶν,
240οὐδʼ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι.
Κρέων
241εὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳ
242τὸ πρᾶγμα· δηλοῖς δʼ ὥς τι σημανῶν νέον.
Φύλαξ
243τὰ δεινὰ γάρ τοι προστίθησʼ ὄκνον πολύν.
Κρέων
244οὔκουν ἐρεῖς ποτʼ, εἶτʼ ἀπαλλαχθεὶς ἄπει;
Φύλαξ
245καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως
246θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν
247κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή·
Κρέων
248τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;
Φύλαξ
249οὐκ οἶδʼ· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν
250πλῆγμʼ, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ
251καὶ χέρσος, ἀρρὼξ οὐδʼ ἐπημαξευμένη
252τροχοῖσιν, ἀλλʼ ἄσημος οὑργάτης τις ἦν.
253ὅπως δʼ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος
254δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν.
255ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ,
256λεπτὴ δʼ, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις·
257σημεῖα δʼ οὔτε θηρὸς οὔτε του κυνῶν
258ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο.
259λόγοι δʼ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,
260φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο
261πληγὴ τελευτῶσʼ, οὐδʼ ὁ κωλύσων παρῆν.
262εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,
263κοὐδεὶς ἐναργής, ἀλλʼ ἔφευγε μὴ εἰδέναι.
264ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους αἴρειν χεροῖν
265καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν,
266τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι
267τὸ πρᾶγμα βουλεύσαντι μηδʼ εἰργασμένῳ.
268τέλος δʼ ὅτʼ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,
269λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα
270νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν
271οὔτʼ ἀντιφωνεῖν οὔθʼ ὅπως δρῶντες καλῶς
272πράξαιμεν. ἦν δʼ ὁ μῦθος ὡς ἀνοιστέον
273σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.
274καὶ ταῦτʼ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα
275πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.
276πάρειμι δʼ ἄκων οὐχ ἑκοῦσιν, οἶδʼ ὅτι·
277στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.
Χορός
278ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον
279τοὔργον τόδʼ, ἡ ξύννοια βουλεύει πάλαι
Κρέων
280παῦσαι, πρὶν ὀργῆς καὶ ʼμὲ μεστῶσαι λέγων,
281μὴ ʼφευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.
282λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων
283πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.
284πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην
285ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας
286ναοὺς πυρώσων ἦλθε κἀναθήματα
287καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;
288ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;
289οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως
290ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί,
291κρυφῇ κάρα σείοντες, οὐδʼ ὑπὸ ζυγῷ
292λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.
293ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς
294παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.
295οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος
296κακὸν νόμισμʼ ἔβλαστε. τοῦτο καὶ πόλεις
297πορθεῖ, τόδʼ ἄνδρας ἐξανίστησιν δόμων·
298τόδʼ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας
299χρηστὰς πρὸς αἰσχρὰ πράγμαθʼ ἵστασθαι βροτῶν·
300πανουργίας δʼ ἔδειξεν ἀνθρώποις ἔχειν
301καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.
302ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,
303χρόνῳ ποτʼ ἐξέπραξαν ὡς δοῦναι δίκην.
304ἀλλʼ εἴπερ ἴσχει Ζεὺς ἔτʼ ἐξ ἐμοῦ σέβας,
305εὖ τοῦτʼ ἐπίστασʼ, ὅρκιος δέ σοι λέγω·
306εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου
307εὑρόντες ἐκφανεῖτʼ ἐς ὀφθαλμοὺς ἐμούς,
308οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν
309ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθʼ ὕβριν,
310ἵνʼ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον
311τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθʼ ὅτι
312οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.
313ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας
314ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.
Φύλαξ
315εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω;
Κρέων
316οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;
Φύλαξ
317ἐν τοῖσιν ὠσὶν ἢ ʼπὶ τῇ ψυχῇ δάκνει;
Κρέων
318τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;
Φύλαξ
319ὁ δρῶν σʼ ἀνιᾷ τὰς φρένας, τὰ δʼ ὦτʼ ἐγώ.
Κρέων
320οἴμʼ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.
Φύλαξ
321οὔκουν τό γʼ ἔργον τοῦτο ποιήσας ποτέ.
Κρέων
322καὶ ταῦτʼ ἐπʼ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.
Φύλαξ
323φεῦ·
323aἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν.
Κρέων
324κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ
325φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθʼ ὅτι
326τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.
Φύλαξ
327ἀλλʼ εὑρεθείη μὲν μάλιστʼ· ἐὰν δέ τοι
328ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,
329οὐκ ἔσθʼ ὅπως ὄψει σὺ δεῦρʼ ἐλθόντα με·
330καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τʼ ἐμῆς
331σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.