The Greek Library Author

Sophocles

Ἀντιγόνη

Episode 5

Title variantsἈντιγόνη · Antigone

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 5

Φύλαξ

384ἥδʼ ἔστʼ ἐκείνη τοὔργον ἡ ʼξειργασμένη·

385τήνδʼ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων;

Χορός

386ὅδʼ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.

Κρέων

387τί δʼ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;

Φύλαξ

388ἄναξ, βροτοῖσιν οὐδέν ἔστʼ ἀπώμοτον.

389ψεύδει γὰρ ἡ ʼπίνοια τὴν γνώμην· ἐπεὶ

390σχολῇ ποθʼ ἥξειν δεῦρʼ ἂν ἐξηύχουν ἐγὼ

391ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε

392ἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παρʼ ἐλπίδας χαρὰ

393ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,

394ἥκω, διʼ ὅρκων καίπερ ὢν ἀπώμοτος,

395κόρην ἄγων τήνδʼ, ἣ καθῃρέθη τάφον

396κοσμοῦσα. κλῆρος ἐνθάδʼ οὐκ ἐπάλλετο,

397ἀλλʼ ἔστʼ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.

398καὶ νῦν, ἄναξ, τήνδʼ αὐτός, ὡς θέλεις, λαβὼν

399καὶ κρῖνε κἀξέλεγχʼ· ἐγὼ δʼ ἐλεύθερος

400δίκαιός εἰμι τῶνδʼ ἀπηλλάχθαι κακῶν.

Κρέων

401ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;

Φύλαξ

402αὕτη τὸν ἄνδρʼ ἔθαπτε· πάντʼ ἐπίστασαι.

Κρέων

403ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;

Φύλαξ

404ταύτην γʼ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν

405ἀπεῖπας. ἆρʼ ἔνδηλα καὶ σαφῆ λέγω;

Κρέων

406καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;

Φύλαξ

407τοιοῦτον ἦν τὸ πρᾶγμʼ. ὅπως γὰρ ἥκομεν,

408πρὸς σοῦ τὰ δείνʼ ἐκεῖνʼ ἐπηπειλημένοι,

409πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν

410νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ,

411καθήμεθʼ ἄκρων ἐκ πάγων ὑπήνεμοι,

412ὀσμὴν ἀπʼ αὐτοῦ μὴ βάλοι πεφευγότες,

413ἐγερτὶ κινῶν ἄνδρʼ ἀνὴρ ἐπιρρόθοις

414κακοῖσιν, εἴ τις τοῦδʼ ἀκηδήσοι πόνου.

415χρόνον τάδʼ ἦν τοσοῦτον, ἔστʼ ἐν αἰθέρι

416μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος

417καὶ καῦμʼ ἔθαλπε· καὶ τότʼ ἐξαίφνης χθονὸς

418τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος,

419πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην

420ὕλης πεδιάδος, ἐν δʼ ἐμεστώθη μέγας

421αἰθήρ· μύσαντες δʼ εἴχομεν θείαν νόσον.

422καὶ τοῦδʼ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,

423ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς

424ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς

425εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος.

426οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,

427γόοισιν ἐξῴμωξεν, ἐκ δʼ ἀρὰς κακὰς

428ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.

429καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,

430ἔκ τʼ εὐκροτήτου χαλκέας ἄρδην πρόχου

431χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.

432χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν

433θηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,

434καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν

435πράξεις· ἄπαρνος δʼ οὐδενὸς καθίστατο,

436ἅμʼ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.

437τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι

438ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν

439ἀλγεινόν· ἀλλὰ πάντα ταῦθʼ ἥσσω λαβεῖν

440ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.

Κρέων

441σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,

442φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε;

Ἀντιγόνη

443καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.

Κρέων

444σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις

445ἔξω βαρείας αἰτίας ἐλεύθερον·

446σὺ δʼ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,

447ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;

Ἀντιγόνη

448ᾔδη· τί δʼ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.

Κρέων

449καὶ δῆτʼ ἐτόλμας τούσδʼ ὑπερβαίνειν νόμους;

Ἀντιγόνη

450οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,

451οὐδʼ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη

452τοιούσδʼ ἐν ἀνθρώποισιν ὥρισεν νόμους.

453οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ

454κηρύγμαθʼ, ὥστʼ ἄγραπτα κἀσφαλῆ θεῶν

455νόμιμα δύνασθαι θνητὸν ὄνθʼ ὑπερδραμεῖν.

456οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε

457ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ʼφάνη.

458τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς

459φρόνημα δείσασʼ, ἐν θεοῖσι τὴν δίκην

460δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δʼ οὔ;

461κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου

462πρόσθεν θανοῦμαι, κέρδος αὔτʼ ἐγὼ λέγω.

463ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς

464ζῇ, πῶς ὅδʼ οὐχὶ κατθανὼν κέρδος φέρει;

465οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν

466παρʼ οὐδὲν ἄλγος· ἀλλʼ ἄν, εἰ τὸν ἐξ ἐμῆς

467μητρὸς θανόντʼ ἄθαπτον ἠνσχόμην νέκυν,

468κείνοις ἂν ἤλγουν· τοῖσδε δʼ οὐκ ἀλγύνομαι.

469σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,

470σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.

Χορός

471δηλοῖ τὸ γέννημʼ ὠμὸν ἐξ ὠμοῦ πατρὸς

472τῆς παιδός. εἴκειν δʼ οὐκ ἐπίσταται κακοῖς.

Κρέων

473ἀλλʼ ἴσθι τοι τὰ σκλήρʼ ἄγαν φρονήματα

474πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον

475σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ

476θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις·

477σμικρῷ χαλινῷ δʼ οἶδα τοὺς θυμουμένους

478ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει

479φρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας.

480αὕτη δʼ ὑβρίζειν μὲν τότʼ ἐξηπίστατο,

481νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·

482ὕβρις δʼ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,

483τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.

484ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δʼ ἀνήρ,

485εἰ ταῦτʼ ἀνατὶ τῇδε κείσεται κράτη.

486ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρα

487τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,

488αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον

489μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον

490ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.

491καί νιν καλεῖτʼ· ἔσω γὰρ εἶδον ἀρτίως

492λυσσῶσαν αὐτὴν οὐδʼ ἐπήβολον φρενῶν.

493φιλεῖ δʼ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς

494τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων·

495μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις

496ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.

Ἀντιγόνη

497θέλεις τι μεῖζον ἢ κατακτεῖναί μʼ ἑλών;

Κρέων

498ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω.

Ἀντιγόνη

499τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων

500ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ·

501οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ.

502καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον

503κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ

504τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν

505λέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.

506ἀλλʼ ἡ τυραννὶς πολλά τʼ ἄλλʼ εὐδαιμονεῖ

507κἄξεστιν αὐτῇ δρᾶν λέγειν θʼ ἃ βούλεται.

Κρέων

508σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.

Ἀντιγόνη

509ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα.

Κρέων

510σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;

Ἀντιγόνη

511οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.

Κρέων

512οὔκουν ὅμαιμος χὠ καταντίον θανών;

Ἀντιγόνη

513ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.

Κρέων

514πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;

Ἀντιγόνη

515οὐ μαρτυρήσει ταῦθʼ ὁ κατθανὼν νέκυς.

Κρέων

516εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.

Ἀντιγόνη

517οὐ γάρ τι δοῦλος, ἀλλʼ ἀδελφὸς ὤλετο.

Κρέων

518πορθῶν δὲ τήνδε γῆν· ὁ δʼ ἀντιστὰς ὕπερ.

Ἀντιγόνη

519ὁμῶς ὅ γʼ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.

Κρέων

520ἀλλʼ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.

Ἀντιγόνη

521τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;

Κρέων

522οὔτοι ποθʼ οὑχθρός, οὐδʼ ὅταν θάνῃ, φίλος.

Ἀντιγόνη

523οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.

Κρέων

524κάτω νυν ἐλθοῦσʼ, εἰ φιλητέον, φίλει

525κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.

Anapests 1

Χορός

526καὶ μὴν πρὸ πυλῶν ἥδʼ Ἰσμήνη,

527φιλάδελφα κάτω δάκρυʼ εἰβομένη·

528νεφέλη δʼ ὀφρύων ὕπερ αἱματόεν

529ῥέθος αἰσχύνει,

530τέγγουσʼ εὐῶπα παρειάν.

Κρέων

531σὺ δʼ, ἣ κατʼ οἴκους ὡς ἔχιδνʼ ὑφειμένη

532λήθουσά μʼ ἐξέπινες, οὐδʼ ἐμάνθανον

533τρέφων δύʼ ἄτα κἀπαναστάσεις θρόνων,

534φέρʼ, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου

535φήσεις μετασχεῖν, ἢ ʼξομεῖ τὸ μὴ εἰδέναι;

Ἰσμήνη

536δέδρακα τοὔργον, εἴπερ ἥδʼ ὁμορροθεῖ

537καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.

Ἀντιγόνη

538ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη σʼ, ἐπεὶ

539οὔτʼ ἠθέλησας οὔτʼ ἐγὼ ʼκοινωσάμην.

Ἰσμήνη

540ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι

541ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.

Ἀντιγόνη

542ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες·

543λόγοις δʼ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.

Ἰσμήνη

544μήτοι, κασιγνήτη, μʼ ἀτιμάσῃς τὸ μὴ οὐ

545θανεῖν τε σὺν σοὶ τὸν θανόντα θʼ ἁγνίσαι.

Ἀντιγόνη

546μή μοι θάνῃς σὺ κοινὰ μηδʼ ἃ μὴ ʼθιγες

547ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσʼ ἐγώ.

Ἰσμήνη

548καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;

Ἀντιγόνη

549Κρέοντʼ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.

Ἰσμήνη

550τί ταῦτʼ ἀνιᾷς μʼ, οὐδὲν ὠφελουμένη;

Ἀντιγόνη

551ἀλγοῦσα μὲν δῆτʼ εἰ γελῶ γʼ ἐν σοὶ γελῶ.

Ἰσμήνη

552τί δῆτʼ ἂν ἀλλὰ νῦν σʼ ἔτʼ ὠφελοῖμʼ ἐγώ;

Ἀντιγόνη

553σῶσον σεαυτήν· οὐ φθονῶ σʼ ὑπεκφυγεῖν.

Ἰσμήνη

554οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;

Ἀντιγόνη

555σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.

Ἰσμήνη

556ἀλλʼ οὐκ ἐπʼ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.

Ἀντιγόνη

557καλῶς σὺ μὲν τοῖς, τοῖς δʼ ἐγὼ ʼδόκουν φρονεῖν.

Ἰσμήνη

558καὶ μὴν ἴση νῷν ἐστιν ἡ ʼξαμαρτία.

Ἀντιγόνη

559θάρσει· σὺ μὲν ζῇς, ἡ δʼ ἐμὴ ψυχὴ πάλαι

560τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.

Κρέων

561τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως

562ἄνουν πεφάνθαι, τὴν δʼ ἀφʼ οὗ τὰ πρῶτʼ ἔφυ.

Ἰσμήνη

563οὐ γάρ ποτʼ, ὦναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένει

564νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλʼ ἐξίσταται.

Κρέων

565σοὶ γοῦν, ὅθʼ εἵλου σὺν κακοῖς πράσσειν κακά.

Ἰσμήνη

566τί γὰρ μόνῃ μοι τῆσδʼ ἄτερ βιώσιμον;

Κρέων

567ἀλλʼ ἥδε μέντοι μὴ λέγʼ· οὐ γὰρ ἔστʼ ἔτι.

Ἰσμήνη

568ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;

Κρέων

569ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.

Ἰσμήνη

570οὐχ ὥς γʼ ἐκείνῳ τῇδέ τʼ ἦν ἡρμοσμένα.

Κρέων

571κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.

Ἀντιγόνη

572ὦ φίλταθʼ Αἷμον, ὥς σʼ ἀτιμάζει πατήρ.

Κρέων

573ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.

Χορός

574ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;

Κρέων

575Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ.

Χορός

576δεδογμένʼ, ὡς ἔοικε, τήνδε κατθανεῖν.

Κρέων

577καὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτʼ, ἀλλά νιν

578κομίζετʼ εἴσω, δμῶες· ἐκ δὲ τοῦδε χρὴ

579γυναῖκας εἶναι τάσδε μηδʼ ἀνειμένας.

580φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας

581ἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου.