Ἀντιγόνη
Choral 11
Title variantsἈντιγόνη · Antigone
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 11
Strophe 1
Χορός
944ἔτλα καὶ Δανάας οὐράνιον φῶς
945ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς·
946κρυπτομένα δʼ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη·
947καίτοι καὶ γενεᾷ τίμιος, ὦ παῖ παῖ,
950καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους.
951ἀλλʼ ἁ μοιριδία τις δύνασις δεινά·
952οὔτʼ ἄν νιν ὄλβος οὔτʼ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι
953κελαιναὶ νᾶες ἐκφύγοιεν.
Antistrophe 1
Χορός
955ζεύχθη δʼ ὀξύχολος παῖς ὁ Δρύαντος,
956Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς
957ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ.
958οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει
960ἀνθηρόν τε μένος. κεῖνος ἐπέγνω μανίαις
961ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις.
962παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ,
965φιλαύλους τʼ ἠρέθιζε Μούσας.
Strophe 2
Χορός
966παρὰ δὲ Κυανεᾶν πελάγει διδύμας ἁλὸς
967ἀκταὶ Βοσπόριαι ἠδʼ ὁ Θρῃκῶν ἄξενος
970Σαλμυδησσός, ἵνʼ ἀγχίπτολις Ἄρης
971δισσοῖσι Φινεΐδαις
972εἶδεν ἀρατὸν ἕλκος
973τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος
974ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις
975ἀραχθέντων, ὑφʼ αἱματηραῖς
976χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.
Antistrophe 2
Χορός
977κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν
980κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν·
981ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων
982ἄντασʼ Ἐρεχθεϊδᾶν,
983τηλεπόροις δʼ ἐν ἄντροις
984τράφη θυέλλαισιν ἐν πατρῴαις
985Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου
986θεῶν παῖς. ἀλλὰ κἀπʼ ἐκείνᾳ
987Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ.