The Greek Library Author

Sophocles

Ἀντιγόνη

Episode 12

Title variantsἈντιγόνη · Antigone

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 12

Τειρεσίας

988Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν

989δύʼ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ

990αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει.

Κρέων

991τί δʼ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;

Τειρεσίας

992ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.

Κρέων

993οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.

Τειρεσίας

994τοιγὰρ διʼ ὀρθῆς τήνδʼ ἐναυκλήρεις πόλιν.

Κρέων

995ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.

Τειρεσίας

996φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.

Κρέων

997τί δʼ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.

Τειρεσίας

998γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.

999εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον

1000ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν,

1001ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷ

1002κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.

1003καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς

1004ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.

1005εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην

1006βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων

1007Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλʼ ἐπὶ σποδῷ

1008μυδῶσα κηκὶς μηρίων ἐτήκετο

1009κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι

1010χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς

1011μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.

1012τοιαῦτα παιδὸς τοῦδʼ ἐμάνθανον πάρα,

1013φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα.

1014ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ.

1015καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις.

1016βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς

1017πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς

1018τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.

1019κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι

1020θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα,

1021οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς

1022ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.

1023ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ

1024τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·

1025ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρ

1026ἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸν

1027πεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ.

1028αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει.

1029ἀλλʼ εἶκε τῷ θανόντι μηδʼ ὀλωλότα

1030κέντει· τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν;

1031εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δʼ

1032ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.

Κρέων

1033ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ

1034τοξεύετʼ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς

1035ἄπρακτος ὑμῖν εἰμι· τῶν δʼ ὑπαὶ γένους

1036ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.

1037κερδαίνετʼ, ἐμπολᾶτε τἀπὸ Σάρδεων

1038ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν

1039χρυσόν· τάφῳ δʼ ἐκεῖνον οὐχὶ κρύψετε,

1040οὐδʼ εἰ θέλουσʼ οἱ Ζηνὸς αἰετοὶ βορὰν

1041φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,

1042οὐδʼ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ

1043θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδʼ ὅτι

1044θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.

1045πίπτουσι δʼ, ὦ γεραιὲ Τειρεσία, βροτῶν

1046χοἰ πολλὰ δεινοὶ πτώματʼ αἴσχρʼ, ὅταν λόγους

1047αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.

Τειρεσίας

1048φεῦ.

1048aἆρʼ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται,

Κρέων

1049τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;

Τειρεσίας

1050ὅσῳ κράτιστον κτημάτων εὐβουλία;

Κρέων

1051ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.

Τειρεσίας

1052ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.

Κρέων

1053οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.

Τειρεσίας

1054καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.

Κρέων

1055τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.

Τειρεσίας

1056τὸ δʼ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.

Κρέων

1057ἆρʼ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;

Τειρεσίας

1058οἶδʼ· ἐξ ἐμοῦ γὰρ τήνδʼ ἔχεις σώσας πόλιν.

Κρέων

1059σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.

Τειρεσίας

1060ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.

Κρέων

1061κίνει, μόνον δὲ μὴ ʼπὶ κέρδεσιν λέγων.

Τειρεσίας

1062οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.

Κρέων

1063ὡς μὴ ʼμπολήσων ἴσθι τὴν ἐμὴν φρένα.

Τειρεσίας

1064ἀλλʼ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι

1065τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν,

1066ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα

1067νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει,

1068ἀνθʼ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω

1069ψυχήν τʼ ἀτίμως ἐν τάφῳ κατῴκισας,

1070ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδʼ αὖ θεῶν

1071ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.

1072ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω

1073θεοῖσιν, ἀλλʼ ἐκ σοῦ βιάζονται τάδε.

1074τούτων σε λωβητῆρες ὑστεροφθόροι

1075λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες,

1076ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.

1077καὶ ταῦτʼ ἄθρησον εἰ κατηργυρωμένος

1078λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ

1079ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.

1080ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις,

1081ὅσων σπαράγματʼ ἢ κύνες καθήγνισαν

1082ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων

1083ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.

1084τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης

1085ἀφῆκα θυμῷ καρδίας τοξεύματα

1086βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ.

1087ὦ παῖ, σὺ δʼ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα

1088τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ,

1089καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραν

1090τὸν νοῦν τʼ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει.

Χορός

1091ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας·

1092ἐπιστάμεσθα δʼ, ἐξ ὅτου λευκὴν ἐγὼ

1093τήνδʼ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα,

1094μή πώ ποτʼ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.

Κρέων

1095ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας.

1096τό τʼ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ

1097ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.

Χορός

1098εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν.

Κρέων

1099τί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δʼ ἐγώ.

Χορός

1100ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης

1101ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον.

Κρέων

1102καὶ ταῦτʼ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;

Χορός

1103ὅσον γʼ, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ

1104θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.

Κρέων

1105οἴμοι· μόλις μέν, καρδίας δʼ ἐξίσταμαι

1106τὸ δρᾶν· ἀνάγκῃ δʼ οὐχὶ δυσμαχητέον.

Χορός

1107δρᾶ νυν τάδʼ ἐλθὼν μηδʼ ἐπʼ ἄλλοισιν τρέπε.

Κρέων

1108ὧδʼ ὡς ἔχω στείχοιμʼ ἄν· ἴτʼ ἴτʼ ὀπάονες,

1109οἵ τʼ ὄντες οἵ τʼ ἀπόντες, ἀξίνας χεροῖν

1110ὁρμᾶσθʼ ἑλόντες εἰς ἐπόψιον τόπον.

1111ἐγὼ δʼ, ἐπειδὴ δόξα τῇδʼ ἐπεστράφη,

1112αὐτός τʼ ἔδησα καὶ παρὼν ἐκλύσομαι.

1113δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους

1114ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.