Ἀντιγόνη
Choral 6
Title variantsἈντιγόνη · Antigone
Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης
- Scientific editors
- Francis Storr
- Edition reference
- Sophocles · London · William Heinemann Ltd. · 1912
- CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 6
Strophe 1
Χορός
583εὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών.
584οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας
585οὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον·
586ὅμοιον ὥστε ποντίαις οἶδμα δυσπνόοις ὅταν
587Θρῄσσαισιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς,
590κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ
591δυσάνεμοι, στόνῳ βρέμουσι δʼ ἀντιπλῆγες ἀκταί.
Antistrophe 1
Χορός
593ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαι
595πήματα φθιτῶν ἐπὶ πήμασι πίπτοντʼ,
596οὐδʼ ἀπαλλάσσει γενεὰν γένος, ἀλλʼ ἐρείπει
597θεῶν τις, οὐδʼ ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὑπὲρ
600ῥίζας ὃ τέτατο φάος ἐν Οἰδίπου δόμοις,
601κατʼ αὖ νιν φοινία θεῶν τῶν νερτέρων
602ἀμᾷ κόνις λόγου τʼ ἄνοια καὶ φρενῶν ἐρινύς.
Strophe 2
Χορός
605τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι;
606τὰν οὔθʼ ὕπνος αἱρεῖ ποθʼ ὁ πάντʼ ἀγρεύων,
607οὔτε θεῶν ἄκματοι μῆνες, ἀγήρῳ δὲ χρόνῳ
610δυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν.
611τό τʼ ἔπειτα καὶ τὸ μέλλον
612καὶ τὸ πρὶν ἐπαρκέσει
613νόμος ὅδʼ, οὐδὲν ἕρπει
614θνατῶν βιότῳ πάμπολύ γʼ ἐκτὸς ἄτας.
Antistrophe 2
Χορός
615ἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν,
616πολλοῖς δʼ ἀπάτα κουφονόων ἐρώτων·
617εἰδότι δʼ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις
620προσαύσῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται.
621τὸ κακὸν δοκεῖν ποτʼ ἐσθλὸν
622τῷδʼ ἔμμεν ὅτῳ φρένας
623θεὸς ἄγει πρὸς ἄταν·
Χορός
625πράσσει δʼ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας.
Anapests 5
Χορός
626ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν
627νέατον γέννημʼ· ἆρʼ ἀχνύμενος
628τάλιδος ἥκει μόρον Ἀντιγόνης,
630ἀπάτης λεχέων ὑπεραλγῶν;