The Greek Library Author

Sophocles

Ἀντιγόνη

Episode 14

Title variantsἈντιγόνη · Antigone

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 14

Ἄγγελος

1155Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,

1156οὐκ ἔσθʼ ὁποῖον στάντʼ ἂν ἀνθρώπου βίον

1157οὔτʼ αἰνέσαιμʼ ἂν οὔτε μεμψαίμην ποτέ.

1158τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει

1159τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντʼ ἀεί·

1160καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.

1161Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,

1162σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα

1163λαβών τε χώρας παντελῆ μοναρχίαν

1164ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·

1165καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς

1166ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ

1167ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν.

1168πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα

1169καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇ

1170τούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶς

1171οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.

Χορός

1172τί δʼ αὖ τόδʼ ἄχθος βασιλέων ἥκεις φέρων;

Ἄγγελος

1173τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.

Χορός

1174καὶ τίς φονεύει; τίς δʼ ὁ κείμενος; λέγε.

Ἄγγελος

1175Αἵμων ὄλωλεν· αὐτόχειρ δʼ αἱμάσσεται.

Χορός

1176πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός;

Ἄγγελος

1177αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.

Χορός

1178ὦ μάντι, τοὔπος ὡς ἄρʼ ὀρθὸν ἤνυσας.

Ἄγγελος

1179ὡς ὧδʼ ἐχόντων τἄλλα βουλεύειν πάρα.

Χορός

1180καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ

1181δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτων

1182ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.

Εὐρυδίκη

1183ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην

1184πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς

1185ὅπως ἱκοίμην εὐγμάτων προσήγορος.

1186καὶ τυγχάνω τε κλῇθρʼ ἀνασπαστοῦ πύλης

1187χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ

1188βάλλει διʼ ὤτων· ὑπτία δὲ κλίνομαι

1189δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι.

1190ἀλλʼ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε·

1191κακῶν γὰρ οὐκ ἄπειρος οὖσʼ ἀκούσομαι.

Ἄγγελος

1192ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ

1193κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος.

1194τί γάρ σε μαλθάσσοιμʼ ἂν ὧν ἐς ὕστερον

1195ψεῦσται φανούμεθʼ; ὀρθὸν ἁλήθειʼ ἀεί.

1196ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει

1197πεδίον ἐπʼ ἄκρον, ἔνθʼ ἔκειτο νηλεὲς

1198κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·

1199καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν

1200Πλούτωνά τʼ ὀργὰς εὐμενεῖς κατασχεθεῖν

1201λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν

1202θαλλοῖς ὃ δὴ 'λέλειπτο συγκατῄθομεν,

1203καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς

1204χώσαντες αὖθις πρὸς λιθόστρωτον κόρης

1205νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν.

1206φωνῆς δʼ ἄπωθεν ὀρθίων κωκυμάτων

1207κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,

1208καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών.

1209τῷ δʼ ἀθλίας ἄσημα περιβαίνει βοῆς

1210ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δʼ ἔπος

1211ἵησι δυσθρήνητον· ὦ τάλας ἐγώ,

1212ἆρʼ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην

1213κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;

1214παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι,

1215ἴτʼ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ

1216ἀθρήσαθʼ, ἁρμὸν χώματος λιθοσπαδῆ

1217δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος

1218φθόγγον συνίημʼ ἢ θεοῖσι κλέπτομαι.

Ἄγγελος

1219τάδʼ ἐξ ἀθύμου δεσπότου κελευσμάτων

1220ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι

1221τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,

1222βρόχῳ μιτώδει σινδόνος καθημμένην,

1223τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,

1224εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν

1225καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.

1226ὁ δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω

1227χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·

1228ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα

1229νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;

1230ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.

1231τὸν δʼ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς,

1232πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους

1233ἕλκει διπλοῦς κνώδοντας. ἐκ δʼ ὁρμωμένου

1234πατρὸς φυγαῖσιν ἤμπλακʼ· εἶθʼ ὁ δύσμορος

1235αὑτῷ χολωθείς, ὥσπερ εἶχʼ, ἐπενταθεὶς

1236ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δʼ ὑγρὸν

1237ἀγκῶνʼ ἔτʼ ἔμφρων παρθένῳ προσπτύσσεται.

1238καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν

1239λευκῇ παρειᾷ φοινίου σταλάγματος.

1240κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ

1241τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις,

1242δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν

1243ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.

Χορός

1244τί τοῦτʼ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν

1245φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.

Ἄγγελος

1246καὐτὸς τεθάμβηκʼ· ἐλπίσιν δὲ βόσκομαι

1247ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους

1248οὐκ ἀξιώσειν, ἀλλʼ ὑπὸ στέγης ἔσω

1249δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.

1250γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθʼ ἁμαρτάνειν.

Χορός

1251οὐκ οἶδʼ· ἐμοὶ δʼ οὖν ἥ τʼ ἄγαν σιγὴ βαρὺ

1252δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.

Ἄγγελος

1253ἀλλʼ εἰσόμεσθα, μή τι καὶ κατάσχετον

1254κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,

1255δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις.

1256καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.

Anapests 1

Χορός

1257καὶ μὴν ὅδʼ ἄναξ αὐτὸς ἐφήκει

1258μνῆμʼ ἐπίσημον διὰ χειρὸς ἔχων,

1259εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν

1260ἄτην, ἀλλʼ αὐτὸς ἁμαρτών.