The Greek Library Author

Sophocles

Ἀντιγόνη

Choral 9

Title variantsἈντιγόνη · Antigone

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 9

Strophe 1

Ἀντιγόνη

806ὁρᾶτʼ ἔμʼ, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν

807στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,

810κοὔποτʼ αὖθις. ἀλλά μʼ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει

811τὰν Ἀχέροντος

812ἀκτάν, οὔθʼ ὑμεναίων ἔγκληρον, οὔτʼ ἐπινύμφειός

815πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλʼ Ἀχέροντι νυμφεύσω.

Anapests 2

Χορός

817οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσʼ

818ἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων,

819οὔτε φθινάσιν πληγεῖσα νόσοις

820οὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ,

821ἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴ

822θνητῶν Ἅιδην καταβήσει.

Antistrophe 1

Ἀντιγόνη

823ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξέναν

825Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς

826πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν,

827ὡς φάτις ἀνδρῶν,

830χιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοις

831δειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει.

Anapests 4

Χορός

834ἀλλὰ θεός τοι καὶ θεογεννής,

835ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς.

836καίτοι φθιμένῃ μέγα κἀκοῦσαι

837τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.

838ζῶσαν καὶ ἔπειτα θανοῦσαν.

Strophe 2

Ἀντιγόνη

839οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων.

840οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον;

841ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες·

842ἰὼ Διρκαῖαι κρῆναι

845Θήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι,

846οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις

847πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου·

850ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα

851μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.

Strophe 3

Χορός

853προβᾶσʼ ἐπʼ ἔσχατον θράσους

854ὑψηλὸν ἐς Δίκας βάθρον

855προσέπεσες, ὦ τέκνον, πολύ·

856πατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον.

Antistrophe 2

Ἀντιγόνη

858ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας,

859πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος

860ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν.

861ἰὼ ματρῷαι λέκτρων

865ἆται κοιμήματά τʼ αὐτογέννητʼ ἐμῷ πατρὶ δυσμόρου ματρός,

866οἵων ἐγώ ποθʼ ἁ ταλαίφρων ἔφυν·

867πρὸς οὓς ἀραῖος ἄγαμος ἅδʼ ἐγὼ μέτοικος ἔρχομαι.

870ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας,

871θανὼν ἔτʼ οὖσαν κατήναρές με.

Antistrophe 3

Χορός

872σέβειν μὲν εὐσέβειά τις,

873κράτος δʼ ὅτῳ κράτος μέλει

874παραβατὸν οὐδαμᾷ πέλει·

875σὲ δʼ αὐτόγνωτος ὤλεσʼ ὀργά.

Anapests 9

Ἀντιγόνη

876ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι

877τὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδε

878λαμπάδος ἱερὸν ὄμμα

880θέμις ὁρᾶν ταλαίνᾳ.

881τὸν δʼ ἐμὸν πότμον ἀδάκρυτον

882οὐδεὶς φίλων στενάζει.