The Greek Library Author

Sophocles

Ἀντιγόνη

Choral 2

Title variantsἈντιγόνη · Antigone

Author namesSophocle · Sophocles · Sophokles · Σοφοκλης

Scientific editors
Francis Storr
Edition reference
Sophocles · London · William Heinemann Ltd. · 1912
CTS identifier
urn:cts:greekLit:tlg0011.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Choral 2

Strophe 1

Χορός

100ἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲν

101Θήβᾳ τῶν προτέρων φάος,

102ἐφάνθης ποτʼ, ὦ χρυσέας

103ἁμέρας βλέφαρον,

105Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα,

106τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳ

107φυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ·

Anapests 2

Χορός

110ὃς ἐφʼ ἡμετέρᾳ γᾷ Πολυνείκους

111ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων

112ὀξέα κλάζων

113ἀετὸς εἰς γᾶν ὣς ὑπερέπτα,

114λευκῆς χιόνος πτέρυγι στεγανός,

115πολλῶν μεθʼ ὅπλων

116ξύν θʼ ἱπποκόμοις κορύθεσσιν.

Antistrophe 1

Χορός

117στὰς δʼ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳ

118λόγχαις ἑπτάπυλον στόμα

119ἔβα, πρίν ποθʼ ἁμετέρων

120αἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργων

121πευκάενθʼ Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτʼ ἐτάθη

125πάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος.

Anapests 4

Χορός

127Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους

128ὑπερεχθαίρει, καὶ σφας ἐσιδὼν

129πολλῷ ῥεύματι προσνισσομένους

130χρυσοῦ καναχῆς ὑπεροπλίαις,

131παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων

132ἐπʼ ἄκρων ἤδη

133νίκην ὁρμῶντʼ ἀλαλάξαι.

Strophe 2

Χορός

134ἀντιτύπᾳ δʼ ἐπὶ γᾷ πέσε τανταλωθεὶς

135πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ

136βακχεύων ἐπέπνει

137ῥιπαῖς ἐχθίστων ἀνέμων.

138εἶχε δʼ ἄλλᾳ τὰ μέν,

139ἄλλα δʼ ἐπʼ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης

140δεξιόσειρος.

Anapests 6

Χορός

141ἑπτὰ λοχαγοὶ γὰρ ἐφʼ ἑπτὰ πύλαις

142ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον

143Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη,

144πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς

145μητρός τε μιᾶς φύντε καθʼ αὑτοῖν

146δικρατεῖς λόγχας στήσαντʼ ἔχετον

147κοινοῦ θανάτου μέρος ἄμφω.

Antistrophe 2

Χορός

148ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα

149τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ,

150ἐκ μὲν δὴ πολέμων

151τῶν νῦν θέσθαι λησμοσύναν,

152θεῶν δὲ ναοὺς χοροῖς

153παννυχίοις πάντας ἐπέλθωμεν, ὁ Θήβας δʼ ἐλελίχθων

154Βάκχιος ἄρχοι.

Anapests 8

Χορός

155ἀλλʼ ὅδε γὰρ δὴ βασιλεὺς χώρας,

156Κρέων ὁ Μενοικέως ἄρχων νεοχμὸς

157νεαραῖσι θεῶν ἐπὶ συντυχίαις

158χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων,

160ὅτι σύγκλητον τήνδε γερόντων

161προὔθετο λέσχην,

161bκοινῷ κηρύγματι πέμψας;