Βάκχαι
Episode 1
Title variantsΒάκχαι · Bacchae · Bacchantes
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Διόνυσος
1ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα
2Διόνυσος, ὃν τίκτει ποθʼ ἡ Κάδμου κόρη
3Σεμέλη λοχευθεῖσʼ ἀστραπηφόρῳ πυρί·
4μορφὴν δʼ ἀμείψας ἐκ θεοῦ βροτησίαν
5πάρειμι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ.
6ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας
7τόδʼ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια
8τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,
9ἀθάνατον Ἥρας μητέρʼ εἰς ἐμὴν ὕβριν.
10αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε
11τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν
12πέριξ ἐγὼ ʼκάλυψα βοτρυώδει χλόῃ.
13λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας
14Φρυγῶν τε, Περσῶν θʼ ἡλιοβλήτους πλάκας
15Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα
16Μήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμονα
17Ἀσίαν τε πᾶσαν, ἣ παρʼ ἁλμυρὰν ἅλα
18κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θʼ ὁμοῦ
19πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,
20ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν,
21τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς
22τελετάς, ἵνʼ εἴην ἐμφανὴς δαίμων βροτοῖς.
23πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος
24ἀνωλόλυξα, νεβρίδʼ ἐξάψας χροὸς
25θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος·
26ἐπεί μʼ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν,
27Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,
28Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος
29ἐς Ζῆνʼ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,
30Κάδμου σοφίσμαθʼ, ὧν νιν οὕνεκα κτανεῖν
31Ζῆνʼ ἐξεκαυχῶνθʼ, ὅτι γάμους ἐψεύσατο.
32τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησʼ ἐγὼ
33μανίαις, ὄρος δʼ οἰκοῦσι παράκοποι φρενῶν·
34σκευήν τʼ ἔχειν ἠνάγκασʼ ὀργίων ἐμῶν,
35καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι
36γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·
37ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι
38χλωραῖς ὑπʼ ἐλάταις ἀνορόφοις ἧνται πέτραις.
39δεῖ γὰρ πόλιν τήνδʼ ἐκμαθεῖν, κεἰ μὴ θέλει,
40ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων,
41Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μʼ ὕπερ
42φανέντα θνητοῖς δαίμονʼ ὃν τίκτει Διί.
43Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα
44Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι,
45ὃς θεομαχεῖ τὰ κατʼ ἐμὲ καὶ σπονδῶν ἄπο
46ὠθεῖ μʼ, ἐν εὐχαῖς τʼ οὐδαμοῦ μνείαν ἔχει.
47ὧν οὕνεκʼ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι
48πᾶσίν τε Θηβαίοισιν. ἐς δʼ ἄλλην χθόνα,
49τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,
50δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις
51ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν
52ζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν.
53ὧν οὕνεκʼ εἶδος θνητὸν ἀλλάξας ἔχω
54μορφήν τʼ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.
55ἀλλʼ, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας,
56θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων
57ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,
58αἴρεσθε τἀπιχώριʼ ἐν πόλει Φρυγῶν
59τύμπανα, Ῥέας τε μητρὸς ἐμά θʼ εὑρήματα,
60βασίλειά τʼ ἀμφὶ δώματʼ ἐλθοῦσαι τάδε
61κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.
62ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς
63ἐλθὼν ἵνʼ εἰσί, συμμετασχήσω χορῶν.