Βάκχαι
Episode 3
Title variantsΒάκχαι · Bacchae · Bacchantes
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 3
Τειρεσίας
170τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων,
171Ἀγήνορος παῖδʼ, ὃς πόλιν Σιδωνίαν
172λιπὼν ἐπύργωσʼ ἄστυ Θηβαίων τόδε.
173ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι
174ζητεῖ νιν· οἶδε δʼ αὐτὸς ὧν ἥκω πέρι
175ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ,
176θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν
177στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.
Κάδμος
178ὦ φίλταθʼ, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων
179σοφὴν σοφοῦ παρʼ ἀνδρός, ἐν δόμοισιν ὤν·
180ἥκω δʼ ἕτοιμος τήνδʼ ἔχων σκευὴν θεοῦ·
181δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς
182Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς
183ὅσον καθʼ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.
184ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα
185καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι
186γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.
187ὡς οὐ κάμοιμʼ ἂν οὔτε νύκτʼ οὔθʼ ἡμέραν
188θύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθʼ ἡδέως
189γέροντες ὄντες.
Τειρεσίας
189bταὔτʼ ἐμοὶ πάσχεις ἄρα·
190κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.
Κάδμος
191οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν;
Τειρεσίας
192ἀλλʼ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.
Κάδμος
193γέρων γέροντα παιδαγωγήσω σʼ ἐγώ.
Τειρεσίας
194ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται.
Κάδμος
195μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν;
Τειρεσίας
196μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δʼ ἄλλοι κακῶς.
Κάδμος
197μακρὸν τὸ μέλλειν· ἀλλʼ ἐμῆς ἔχου χερός.
Τειρεσίας
198ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.
Κάδμος
199οὐ καταφρονῶ ʼγὼ τῶν θεῶν θνητὸς γεγώς.
Τειρεσίας
200οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν.
201πατρίους παραδοχάς, ἅς θʼ ὁμήλικας χρόνῳ
202κεκτήμεθʼ, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,
203οὐδʼ εἰ διʼ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.
204ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,
205μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν;
206οὐ γὰρ διῄρηχʼ ὁ θεός, οὔτε τὸν νέον
207εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,
208ἀλλʼ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν
209κοινάς, διαριθμῶν δʼ οὐδένʼ αὔξεσθαι θέλει.
Κάδμος
210ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδʼ οὐχ ὁρᾷς,
211ἐγὼ προφήτης σοι λόγων γενήσομαι.
212Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ,
213Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς.
214ὡς ἐπτόηται· τί ποτʼ ἐρεῖ νεώτερον;
Πενθεύς
215ἔκδημος ὢν μὲν τῆσδʼ ἐτύγχανον χθονός,
216κλύω δὲ νεοχμὰ τήνδʼ ἀνὰ πτόλιν κακά,
217γυναῖκας ἡμῖν δώματʼ ἐκλελοιπέναι
218πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις
219ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα
220Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς·
221πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι
222κρατῆρας, ἄλλην δʼ ἄλλοσʼ εἰς ἐρημίαν
223πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,
224πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,
225τὴν δʼ Ἀφροδίτην πρόσθʼ ἄγειν τοῦ Βακχίου.
226ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας
227σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις·
228ὅσαι δʼ ἄπεισιν, ἐξ ὄρους θηράσομαι,
229Ἰνώ τʼ Ἀγαύην θʼ, ἥ μʼ ἔτικτʼ Ἐχίονι,
230Ἀκταίονός τε μητέρʼ, Αὐτονόην λέγω.
231καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν
232παύσω κακούργου τῆσδε βακχείας τάχα.
233λέγουσι δʼ ὥς τις εἰσελήλυθε ξένος,
234γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός,
235ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην,
236οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,
237ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται
238τελετὰς προτείνων εὐίους νεάνισιν.
239εἰ δʼ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης,
240παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε
241κόμας, τράχηλον σώματος χωρὶς τεμών.
242ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,
243ἐκεῖνος ἐν μηρῷ ποτʼ ἐρράφθαι Διός,
244ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις
245σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.
246ταῦτʼ οὐχὶ δεινῆς ἀγχόνης ἔστʼ ἄξια,
247ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;
248ἀτὰρ τόδʼ ἄλλο θαῦμα, τὸν τερασκόπον
249ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ
250πατέρα τε μητρὸς τῆς ἐμῆσ—πολὺν γέλων—
251νάρθηκι βακχεύοντʼ· ἀναίνομαι, πάτερ,
252τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.
253οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν
254θύρσου μεθήσεις χεῖρʼ, ἐμῆς μητρὸς πάτερ;
255σὺ ταῦτʼ ἔπεισας, Τειρεσία· τόνδʼ αὖ θέλεις
256τὸν δαίμονʼ ἀνθρώποισιν ἐσφέρων νέον
257σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν.
258εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,
259καθῆσʼ ἂν ἐν βάκχαισι δέσμιος μέσαις,
260τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ
261ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,
262οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.
Χορός
263τῆς δυσσεβείας. ὦ ξένʼ, οὐκ αἰδῇ θεοὺς
264Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,
265Ἐχίονος δʼ ὢν παῖς καταισχύνεις γένος;
Τειρεσίας
266ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς
267καλὰς ἀφορμάς, οὐ μέγʼ ἔργον εὖ λέγειν·
268σὺ δʼ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,
269ἐν τοῖς λόγοισι δʼ οὐκ ἔνεισί σοι φρένες.
270θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τʼ ἀνὴρ
271κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.
272οὗτος δʼ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς,
273οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
274καθʼ Ἑλλάδʼ ἔσται. δύο γάρ, ὦ νεανία,
275τὰ πρῶτʼ ἐν ἀνθρώποισι· Δημήτηρ θεά—
276γῆ δʼ ἐστίν, ὄνομα δʼ ὁπότερον βούλῃ κάλει·
277αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·
278ὃς δʼ ἦλθʼ ἔπειτʼ, ἀντίπαλον ὁ Σεμέλης γόνος
279βότρυος ὑγρὸν πῶμʼ ηὗρε κεἰσηνέγκατο
280θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς
281λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,
282ὕπνον τε λήθην τῶν καθʼ ἡμέραν κακῶν
283δίδωσιν, οὐδʼ ἔστʼ ἄλλο φάρμακον πόνων.
284οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,
285ὥστε διὰ τοῦτον τἀγάθʼ ἀνθρώπους ἔχειν.
286καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς
287μηρῷ; διδάξω σʼ ὡς καλῶς ἔχει τόδε.
288ἐπεί νιν ἥρπασʼ ἐκ πυρὸς κεραυνίου
289Ζεύς, ἐς δʼ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,
290Ἥρα νιν ἤθελʼ ἐκβαλεῖν ἀπʼ οὐρανοῦ·
291Ζεὺς δʼ ἀντεμηχανήσαθʼ οἷα δὴ θεός.
292ῥήξας μέρος τι τοῦ χθόνʼ ἐγκυκλουμένου
293αἰθέρος, ἔθηκε τόνδʼ ὅμηρον ἐκδιδούς,
294Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν
295βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός,
296ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς
297Ἥρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον.
298μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον
299καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·
300ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμʼ ἔλθῃ πολύς,
301λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.
302Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·
303στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν
304φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.
305μανία δὲ καὶ τοῦτʼ ἐστὶ Διονύσου πάρα.
306ἔτʼ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις
307πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,
308πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,
309μέγαν τʼ ἀνʼ Ἑλλάδα. ἀλλʼ ἐμοί, Πενθεῦ, πιθοῦ·
310μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν,
311μηδʼ, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ,
312φρονεῖν δόκει τι· τὸν θεὸν δʼ ἐς γῆν δέχου
313καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.
314οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει
315γυναῖκας ἐς τὴν Κύπριν, ἀλλʼ ἐν τῇ φύσει
316τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντʼ ἀεί
317τοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν
318οὖσʼ ἥ γε σώφρων οὐ διαφθαρήσεται.
319ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις
320πολλοί, τὸ Πενθέως δʼ ὄνομα μεγαλύνῃ πόλις·
321κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.
322ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς,
323κισσῷ τʼ ἐρεψόμεσθα καὶ χορεύσομεν,
324πολιὰ ξυνωρίς, ἀλλʼ ὅμως χορευτέον,
325κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο.
326μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις
327ἄκη λάβοις ἂν οὔτʼ ἄνευ τούτων νοσεῖς.
Χορός
328ὦ πρέσβυ, Φοῖβόν τʼ οὐ καταισχύνεις λόγοις,
329τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.
Κάδμος
330ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν.
331οἴκει μεθʼ ἡμῶν, μὴ θύραζε τῶν νόμων.
332νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.
333κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς,
334παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς
335ὡς ἔστι, Σεμέλη θʼ ἵνα δοκῇ θεὸν τεκεῖν,
336ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.
337ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,
338ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο
339διεσπάσαντο, κρείσσονʼ ἐν κυναγίαις
340Ἀρτέμιδος εἶναι κομπάσαντʼ, ἐν ὀργάσιν.
341ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρα
342κισσῷ· μεθʼ ἡμῶν τῷ θεῷ τιμὴν δίδου.
Πενθεύς
343οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δʼ ἰών,
344μηδʼ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί;
345τῆς σῆς δʼ ἀνοίας τόνδε τὸν διδάσκαλον
346δίκην μέτειμι. στειχέτω τις ὡς τάχος,
347ἐλθὼν δὲ θάκους τοῦδʼ ἵνʼ οἰωνοσκοπεῖ
348μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,
349ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ,
350καὶ στέμματʼ ἀνέμοις καὶ θυέλλαισιν μέθες.
351μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.
352οἳ δʼ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε
353τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον
354καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.
355κἄνπερ λάβητε, δέσμιον πορεύσατε
356δεῦρʼ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν
357θάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.
Τειρεσίας
358ὦ σχέτλιʼ, ὡς οὐκ οἶσθα ποῦ ποτʼ εἶ λόγων.
359μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν.
360στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα
361ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου
362ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον
363δρᾶν. ἀλλʼ ἕπου μοι κισσίνου βάκτρου μέτα,
364πειρῶ δʼ ἀνορθοῦν σῶμʼ ἐμόν, κἀγὼ τὸ σόν·
365γέροντε δʼ αἰσχρὸν δύο πεσεῖν· ἴτω δʼ ὅμως,
366τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον.
367Πενθεὺς δʼ ὅπως μὴ πένθος εἰσοίσει δόμοις
368τοῖς σοῖσι, Κάδμε· μαντικῇ μὲν οὐ λέγω,
369τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει.