Βάκχαι
Episode 13
Title variantsΒάκχαι · Bacchae · Bacchantes
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 13
Χορός
1200δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρον
1201ἀστοῖσιν ἄγραν ἣν φέρουσʼ ἐλήλυθας.
Ἀγαύη
1202ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸς
1203ναίοντες, ἔλθεθʼ ὡς ἴδητε τήνδʼ ἄγραν,
1204Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν,
1205οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν,
1206οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσι
1207χειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼν
1208καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην;
1209ἡμεῖς δέ γʼ αὐτῇ χειρὶ τόνδε θʼ εἵλομεν,
1210χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν.
1211ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας.
1212Πενθεύς τʼ ἐμὸς παῖς ποῦ ʼστιν; αἰρέσθω λαβὼν
1213πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις,
1214ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε
1215λέοντος ὃν πάρειμι θηράσασʼ ἐγώ.
Κάδμος
1216ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος
1217Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,
1218οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν
1219φέρω τόδʼ, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς
1220διασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳ
1221λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ.
1222ἤκουσα γάρ του θυγατέρων τολμήματα,
1223ἤδη κατʼ ἄστυ τειχέων ἔσω βεβὼς
1224σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα·
1225πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι
1226τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο.
1227καὶ τὴν μὲν Ἀκτέωνʼ Ἀρισταίῳ ποτὲ
1228τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θʼ ἅμα
1229ἔτʼ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας,
1230τὴν δʼ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ
1231στείχειν Ἀγαύην, οὐδʼ ἄκραντʼ ἠκούσαμεν·
1232λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.
Ἀγαύη
1233πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,
1234πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ
1235θνητῶν· ἁπάσας εἶπον, ἐξόχως δʼ ἐμέ,
1236ἣ τὰς παρʼ ἱστοῖς ἐκλιποῦσα κερκίδας
1237ἐς μείζονʼ ἥκω, θῆρας ἀγρεύειν χεροῖν.
1238φέρω δʼ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε
1239λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις
1240ὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν·
1241γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν
1242κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ,
1243μακάριος, ἡμῶν τοιάδʼ ἐξειργασμένων.
Κάδμος
1244ὦ πένθος οὐ μετρητὸν οὐδʼ οἷόν τʼ ἰδεῖν,
1245φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.
1246καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν
1247ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.
1248οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτʼ ἐμῶν·
1249ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλʼ ἄγαν,
1250Βρόμιος ἄναξ ἀπώλεσʼ οἰκεῖος γεγώς.
Ἀγαύη
1251ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ
1252ἔν τʼ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς
1253εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,
1254ὅτʼ ἐν νεανίαισι Θηβαίοις ἅμα
1255θηρῶν ὀριγνῷτʼ· ἀλλὰ θεομαχεῖν μόνον
1256οἷός τʼ ἐκεῖνος. νουθετητέος, πάτερ,
1257σοὐστίν. τίς αὐτὸν δεῦρʼ ἂν ὄψιν εἰς ἐμὴν
1258καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;
Κάδμος
1259φεῦ φεῦ· φρονήσασαι μὲν οἷʼ ἐδράσατε
1260ἀλγήσετʼ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους
1261ἐν τῷδʼ ἀεὶ μενεῖτʼ ἐν ᾧ καθέστατε,
1262οὐκ εὐτυχοῦσαι δόξετʼ οὐχὶ δυστυχεῖν.
Ἀγαύη
1263τί δʼ οὐ καλῶς τῶνδʼ ἢ τί λυπηρῶς ἔχει;
Κάδμος
1264πρῶτον μὲν ἐς τόνδʼ αἰθέρʼ ὄμμα σὸν μέθες.
Ἀγαύη
1265ἰδού· τί μοι τόνδʼ ἐξυπεῖπας εἰσορᾶν;
Κάδμος
1266ἔθʼ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;
Ἀγαύη
1267λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.
Κάδμος
1268τὸ δὲ πτοηθὲν τόδʼ ἔτι σῇ ψυχῇ πάρα;
Ἀγαύη
1269οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως
1270ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.
Κάδμος
1271κλύοις ἂν οὖν τι κἀποκρίναιʼ ἂν σαφῶς;
Ἀγαύη
1272ὡς ἐκλέλησμαί γʼ ἃ πάρος εἴπομεν, πάτερ.
Κάδμος
1273ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;
Ἀγαύη
1274Σπαρτῷ μʼ ἔδωκας, ὡς λέγουσʼ, Ἐχίονι.
Κάδμος
1275τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;
Ἀγαύη
1276Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.
Κάδμος
1277τίνος πρόσωπον δῆτʼ ἐν ἀγκάλαις ἔχεις;
Ἀγαύη
1278λέοντος, ὥς γʼ ἔφασκον αἱ θηρώμεναι.
Κάδμος
1279σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.
Ἀγαύη
1280ἔα, τί λεύσσω; τί φέρομαι τόδʼ ἐν χεροῖν;
Κάδμος
1281ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.
Ἀγαύη
1282ὁρῶ μέγιστον ἄλγος ἡ τάλαινʼ ἐγώ.
Κάδμος
1283μῶν σοι λέοντι φαίνεται προσεικέναι;
Ἀγαύη
1284οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαινʼ ἔχω κάρα.
Κάδμος
1285ᾠμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι.
Ἀγαύη
1286τίς ἔκτανέν νιν;—πῶς ἐμὰς ἦλθεν χέρας;
Κάδμος
1287δύστηνʼ ἀλήθειʼ, ὡς ἐν οὐ καιρῷ πάρει.
Ἀγαύη
1288λέγʼ, ὡς τὸ μέλλον καρδία πήδημʼ ἔχει.
Κάδμος
1289σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.
Ἀγαύη
1290ποῦ δʼ ὤλετʼ; ἦ κατʼ οἶκον; ἢ ποίοις τόποις;
Κάδμος
1291οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες.
Ἀγαύη
1292τί δʼ ἐς Κιθαιρῶνʼ ἦλθε δυσδαίμων ὅδε;
Κάδμος
1293ἐκερτόμει θεὸν σάς τε βακχείας μολών.
Ἀγαύη
1294ἡμεῖς δʼ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν;
Κάδμος
1295ἐμάνητε, πᾶσά τʼ ἐξεβακχεύθη πόλις.
Ἀγαύη
1296Διόνυσος ἡμᾶς ὤλεσʼ, ἄρτι μανθάνω.
Κάδμος
1297ὕβριν γʼ ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.
Ἀγαύη
1298τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;
Κάδμος
1299ἐγὼ μόλις τόδʼ ἐξερευνήσας φέρω.
Ἀγαύη
1300ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς;
Κάδμος
Ἀγαύη
1301Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκʼ ἐμῆς;
Κάδμος
1302ὑμῖν ἐγένεθʼ ὅμοιος, οὐ σέβων θεόν.
1303τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην,
1304ὑμᾶς τε τόνδε θʼ, ὥστε διολέσαι δόμους
1305κἄμʼ, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς
1306τῆς σῆς τόδʼ ἔρνος, ὦ τάλαινα, νηδύος
1307αἴσχιστα καὶ κάκιστα κατθανόνθʼ ὁρῶ,
1308ᾧ δῶμʼ ἀνέβλεφʼ—ὃς συνεῖχες, ὦ τέκνον,
1309τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς,
1310πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲ
1311οὐδεὶς ὑβρίζειν ἤθελʼ εἰσορῶν τὸ σὸν
1312κάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες.
1313νῦν δʼ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι
1314ὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένος
1315ἔσπειρα κἀξήμησα κάλλιστον θέρος.
1316ὦ φίλτατʼ ἀνδρῶν—καὶ γὰρ οὐκέτʼ ὢν ὅμως
1317τῶν φιλτάτων ἔμοιγʼ ἀριθμήσῃ, τέκνον—
1318οὐκέτι γενείου τοῦδε θιγγάνων χερί,
1319τὸν μητρὸς αὐδῶν πατέρα προσπτύξῃ, τέκνον,
1320λέγων· Τίς ἀδικεῖ, τίς σʼ ἀτιμάζει, γέρον;
1321τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν;
1322λέγʼ, ὡς κολάζω τὸν ἀδικοῦντά σʼ, ὦ πάτερ.
1323νῦν δʼ ἄθλιος μέν εἰμʼ ἐγώ, τλήμων δὲ σύ.
1324οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.
1325εἰ δʼ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ,
1326ἐς τοῦδʼ ἀθρήσας θάνατον ἡγείσθω θεούς.
Χορός
1327τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δʼ ἔχει δίκην
1328παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.
Ἀγαύη
1329ὦ πάτερ, ὁρᾷς γὰρ τἄμʼ ὅσῳ μετεστράφη
Διόνυσος
1330δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴ
1331ἐκθηριωθεῖσʼ ὄφεος ἀλλάξει τύπον,
1332ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.
1333ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,
1334ἐλᾷς μετʼ ἀλόχου, βαρβάρων ἡγούμενος.
1335πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι
1336πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον
1337διαρπάσωσι, νόστον ἄθλιον πάλιν
1338σχήσουσι· σὲ δʼ Ἄρης Ἁρμονίαν τε ῥύσεται
1339μακάρων τʼ ἐς αἶαν σὸν καθιδρύσει βίον.
1340ταῦτʼ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω
1341Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν
1342ἔγνωθʼ, ὅτʼ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον
1343εὐδαιμονεῖτʼ ἂν σύμμαχον κεκτημένοι.
Κάδμος
1344Διόνυσε, λισσόμεσθά σʼ, ἠδικήκαμεν.
Διόνυσος
1345ὄψʼ ἐμάθεθʼ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε.
Κάδμος
1346ἐγνώκαμεν ταῦτʼ· ἀλλʼ ἐπεξέρχῃ λίαν.
Διόνυσος
1347καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.
Κάδμος
1348ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.
Διόνυσος
1349πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ.
Ἀγαύη
1350αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί.
Διόνυσος
1351τί δῆτα μέλλεθʼ ἅπερ ἀναγκαίως ἔχει;
Κάδμος
1352ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν
1353πάντες, σύ θʼ ἡ τάλαινα σύγγονοί τε σαί,
1354ἐγώ θʼ ὁ τλήμων· βαρβάρους ἀφίξομαι
1355γέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατον
1356ἐς Ἑλλάδʼ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.
1357καὶ τὴν Ἄρεως παῖδʼ Ἁρμονίαν, δάμαρτʼ ἐμήν,
1358δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίαν
1359ἄξω ʼπὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,
1360ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαι
1361κακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτην
1362Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι.
Ἀγαύη
1363ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.
Κάδμος
1364τί μʼ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ,
1365ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος;
Ἀγαύη
1366ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;
Κάδμος
1367οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ.
Anapests 1
Ἀγαύη
1368χαῖρʼ, ὦ μέλαθρον, χαῖρʼ, ὦ πατρία
1369πόλις· ἐκλείπω σʼ ἐπὶ δυστυχίᾳ
1370φυγὰς ἐκ θαλάμων.
Κάδμος
1371στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου
Ἀγαύη
1372στένομαί σε, πάτερ.
Κάδμος
1372bκἀγὼ σέ, τέκνον,
1373καὶ σὰς ἐδάκρυσα κασιγνήτας.
Ἀγαύη
1374δεινῶς γὰρ τάνδʼ αἰκείαν
1375Διόνυσος ἄναξ τοὺς σοὺς εἰς
1376οἴκους ἔφερεν.
Διόνυσος
1377καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν,
1378ἀγέραστον ἔχων ὄνομʼ ἐν Θήβαις.
Ἀγαύη
1379χαῖρε, πάτερ, μοι.
Κάδμος
1379bχαῖρʼ, ὦ μελέα
1380θύγατερ. χαλεπῶς δʼ ἐς τόδʼ ἂν ἥκοις.
Ἀγαύη
1381ἄγετʼ, ὦ πομποί, με κασιγνήτας
1382ἵνα συμφυγάδας ληψόμεθʼ οἰκτράς.
1383ἔλθοιμι δʼ ὅπου
1384μήτε Κιθαιρὼν ἔμʼ ἴδοι μιαρὸς
1385μήτε Κιθαιρῶνʼ ὄσσοισιν ἐγώ,
1386μήθʼ ὅθι θύρσου μνῆμʼ ἀνάκειται·
1387Βάκχαις δʼ ἄλλαισι μέλοιεν.
Χορός
1388πολλαὶ μορφαὶ τῶν δαιμονίων,
1389πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί·
1390καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη,
1391τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός.
1392τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.