Βάκχαι
Choral 8
Title variantsΒάκχαι · Bacchae · Bacchantes
Author namesEuripide · Euripides · Ευριπιδης
- Scientific editors
- Gilbert Murray
- Edition reference
- Euripidis Fabulae · Oxford · Clarendon Press · 1913
- CTS identifier
urn:cts:greekLit:tlg0006.tlg017.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Choral 8
Strophe 1
Χορός
862ἆρʼ ἐν παννυχίοις χοροῖς
863θήσω ποτὲ λευκὸν
864πόδʼ ἀναβακχεύουσα, δέραν
865εἰς αἰθέρα δροσερὸν ῥίπτουσʼ,
866ὡς νεβρὸς χλοεραῖς ἐμπαί-
867ζουσα λείμακος ἡδοναῖς,
868ἡνίκʼ ἂν φοβερὰν φύγῃ
869θήραν ἔξω φυλακᾶς
870εὐπλέκτων ὑπὲρ ἀρκύων,
871θωΰσσων δὲ κυναγέτας
872συντείνῃ δράμημα κυνῶν·
873μόχθοις τʼ ὠκυδρόμοις τʼ ἀέλ-
873aλαις θρῴσκει πεδίον
874παραποτάμιον, ἡδομένα
875βροτῶν ἐρημίαις σκιαρο-
876κόμοιό τʼ ἔρνεσιν ὕλας.
877τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον
878παρὰ θεῶν γέρας ἐν βροτοῖς
879ἢ χεῖρʼ ὑπὲρ κορυφᾶς
880τῶν ἐχθρῶν κρείσσω κατέχειν;
881ὅ τι καλὸν φίλον ἀεί.
Antistrophe 1
Χορός
882ὁρμᾶται μόλις, ἀλλʼ ὅμως
883πιστόν τι τὸ θεῖον
884σθένος· ἀπευθύνει δὲ βροτῶν
885τούς τʼ ἀγνωμοσύναν τιμῶν-
886τας καὶ μὴ τὰ θεῶν αὔξον-
887τας σὺν μαινομένᾳ δόξᾳ.
888κρυπτεύουσι δὲ ποικίλως
889δαρὸν χρόνου πόδα καὶ
890θηρῶσιν τὸν ἄσεπτον. οὐ
891γὰρ κρεῖσσόν ποτε τῶν νόμων
892γιγνώσκειν χρὴ καὶ μελετᾶν.
893κούφα γὰρ δαπάνα νομί-
893aζειν ἰσχὺν τόδʼ ἔχειν,
894ὅ τι ποτʼ ἄρα τὸ δαιμόνιον,
895τό τʼ ἐν χρόνῳ μακρῷ νόμιμον
896ἀεὶ φύσει τε πεφυκός.
897τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον
898παρὰ θεῶν γέρας ἐν βροτοῖς
899ἢ χεῖρʼ ὑπὲρ κορυφᾶς
900τῶν ἐχθρῶν κρείσσω κατέχειν;
901ὅ τι καλὸν φίλον ἀεί.
Epode 3
Χορός
902εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας
903ἔφυγε χεῖμα, λιμένα δʼ ἔκιχεν·
904εὐδαίμων δʼ ὃς ὕπερθε μόχθων
905ἐγένεθʼ· ἑτέρᾳ δʼ ἕτερος ἕτερον
906ὄλβῳ καὶ δυνάμει παρῆλθεν.
907μυρίαι δʼ ἔτι μυρίοις
908εἰσὶν ἐλπίδες· αἳ μὲν
908aτελευτῶσιν ἐν ὄλβῳ
909βροτοῖς, αἳ δʼ ἀπέβησαν·
910τὸ δὲ κατʼ ἦμαρ ὅτῳ βίοτος
911εὐδαίμων, μακαρίζω.